Ancient Greek
29.1
Lucius Annaeus Cornutus, cornutus_lang 29.1
Unproofread scanNot analysed yet
ξαμένης ῥεῖν καὶ κραίνειν τὰ ὄντα κατὰ τοὺς ἐν αὐτῇ λόγους τῆς φύσεως. καλεῖται δὲ Ἄιδης ἢ ὅτι καθ’ ἑαυτὸν ἀόρατός ἐστιν, ὅθεν καὶ διαιροῦντες Ἄϊδην αὐτὸν ὀνομάζουσιν, ἢ κατ’ ἀντίφρασιν ὡς ὁ ἄνδάνων ἡμῖν· εἰς τοῦτον γὰρ χωρεῖν ἡμῖν κατὰ τὸν θάνατον αἱ ψυχαὶ δοκοῦσιν ἥκιστα ἀνδάνοντος ἡμῖν τοῦ θανάτου. καὶ Πλούτων δὲ ἐκλήθη διὰ τὸ πάντων φθαρτῶν ὄντων μηδὲν εἶναι ὃ μὴ τελευταῖον εἰς αὐτὸν κατατάπτεται καὶ αὐτοῦ κτῆμα γίνεται. c. 6. Τῆς δὲ Ῥέας κατὰ τὴν παραδεδειγμένην φύσιν εἰδοποιουμένης εἰκότως ἤδη καὶ τὴν τῶν ὀμβρῶν αἰτίαν ἀνατιθέντες αὐτῇ, ὅτι ὡς ἐπὶ τὸ πολὺ μετὰ βροντῶν καὶ ἀστραπῶν συμβαίνει γίνεσθαι, καὶ ταύτην παρειδήγαγον τυμπάνοις καὶ κυμβάλοις καὶ κεραυλίας καὶ λαμπαδηφορίαις χαίρουσαν. ἐπεὶ δ’ ἄνωθεν οἱ ὀμβροὶ καταρᾶττουσι, πολλαχοῦ δὲ καὶ ἀπὸ τῶν ὄρεων ἐπερχόμενοι φαίνονται, [πρῶτον μὲν τὴν Ἰδὴν ἐπωνόμασαν αὐτῇ, μετέωρον ὄρος καὶ ὁ μακρόθεν ἐστιν ἰδεῖν,] ὄρειαν αὐτὴν προσηγόρευσαν καὶ τὰ γενναϊότατα τῶν