Ancient Greek
30.1
Lucius Annaeus Cornutus, cornutus_lang 30.1
Unproofread scanNot analysed yet
ἐν τοῖς ὄρεσι γινομένων ζώων, τοὺς λέοντας, ἡμι-οχουμένους ὑπ’ αὐτῆς παρεισήγαγον [· τάχα δὲ καὶ ἐπεὶ οἱ χειμῶνες ἀγριωπὸν τι ἔχουσι]. πυργωτὸν δὲ περί-κειται στέφανον ἤτοι διὰ τὸ καταρχὰς ἐπὶ τῶν ὀρῶν 5 τίθεσθαι τὰς πόλεις ὀχυρότητος ἕνεκεν ἢ ἐπεὶ ἀρχη-γός ἐστι τῆς πρώτης καὶ ἀρχετύπου πόλεως, τοῦ κόσμου. κωδίαν δ’ ἀνατιθέασιν αὐτῇ παριστάντες ὅτι αἰτία τῆς ζωογονίας αὐτὴ ἔρενετο. κατὰ τοῦτο δὲ καὶ ἄλλους τινὰς τύπους περὶ τὸ στήθος αὐτῆς περιτιθέασιν, ὡς 10 τῆς τῶν ὄντων ποικιλίας καὶ παντὸς χρήματος δι’ αὐ-τῆς γενοῦτος. ἔοικε δ’ αὐτὴ καὶ ἡ παρὰ Σύροις Ἀταρ-γάτις εἶναι, ἣν καὶ διὰ τοῦ περιστερᾶς καὶ ἰχθύος ἀπέχεσθαι τιμῶσι, σημαίνοντες ὅτι τὰ μάλιστα δη-λοῦντα τὴν τῆς οὐσίας αἵρεσιν ἀήρ καὶ ὕδωρ. Φρυγία 15 δ’ ἰδίως εἴρηται διὰ τὸ θρησκεύεσθαι παρὰ τοῖς Φρυ-ξὶν ἐξόχως, παρ’ οἷς καὶ ἡ τῶν γάλλων ἐπικόλασε παρεδρία τάχα τι τοιοῦτον ἐμφαίνουσα, οἷον καὶ παρὰ τοῖς Ἕλλησι περὶ τῆς τοῦ Οὐρανοῦ ἐκτομῆς με-μύθεται.