Ancient Greek
32.1
Lucius Annaeus Cornutus, cornutus_lang 32.1
Unproofread scanNot analysed yet
Κρόνον εἰρῆσθαι, τὴν γινομένην τέως πολλὴν φύσιν τοῦ περιέχοντος ἐπὶ τὴν γῆν ἐστεῖλε λεπτοτέρας ποιήσασα τὰς ἀναθυμιάσεις. ἡ δὲ τοῦ κόσμου φύσις ἐπισχύσασα, ἣν δὴ Δία ἐλέγομεν καλεῖσθαι, τὸ λίαν 5 φερόμενον τῆς μεταβολῆς ἐπέσχε καὶ ἐπέδησε μαχροτέραν διεξαγωγὴν δούς αὐτῷ τῷ κόσμῳ. [πάνυ δ’ εὐκότως καὶ ἀγκυλωμήτην καλοῦσι τὸν Κρόνον, ἀγκύλων ὄντων καὶ δυσπαρακολουθητῶν ἃ μητιάσεται τοσούτους ἀριθμοὺς ἐξελίττων.] 10 [c. 8. Κατ’ ἄλλον δὲ λόγον τὸν Ὠκεανὸν ἔφασαν ἀρχέγονον εἶναι πάντων —οὐ γὰρ μία μυθολογία περὶ τούτου ἐρένετο τὸν τόπον —,τοῦτον δ’ εἶναι γυναῖκα Τηθύν. ἔστι δ’ Ὠκεανὸς μὲν ὁ ὠκέως νεόμενος λόγος καὶ ἐφεξῆς μεταβάλλων, Τηθὺς δὲ ἡ [ἐπὶ] τῶν ποιο- 15 τήτων ἐπιμονή. ἐκ γὰρ τῆς τούτων συγκράσεως ἡ μιξews ὑφίσταται τὰ ὄντα· οὐδὲν δ’ ἂν ἤν, εἰ θάτερον ἄμικτον ἐπεκράτει.]