Ancient Greek
34.1
Lucius Annaeus Cornutus, cornutus_lang 34.1
Unproofread scanNot analysed yet
νωσίαν τῶν ἀνθρώπων καὶ παραγγείλας αὐτοῖς μὴ ἀδικεῖν ἀλλήλους οὗτός ἐστι —καὶ τῶν Χαρίτων —ἐντεῦθεν τε γάρ εἰσιν αἱ τοῦ χαρίζεσθαι καὶ εὐεργετεῖν ἀρχαὶ —καὶ τῶν Ῥώων, τῶν κατὰ τὰς τοῦ περι- 5 ἔχοντος μεταβολὰς σωτηρίους τῶν ἐπὶ γῆς γινομένων καὶ τῶν ἄλλων ὀνομασμένων ἀπὸ τῆς φυλακῆς. παρέισαγοῦσι δ’ αὐτὸν τελείου ἀνδρὸς ἡλικίαν ἔχοντα, ἐπεὶ οὔτε τὸ παρηκμαχὸς οὔτε τὸ ἔλλιπὲς ἐμφαίνει, κατηρτυκότι δὲ οἰκεῖον, διὰ τοῦτο καὶ τελείων αὐτῷ 10 θυομένων. τὸ δὲ σκήπτρον τῆς δυναστείας αὐτοῦ σύμβολόν ἐστι, βασιλικὸν φόρημα ὑπάρχον, ἢ τοῦ ἀπτώτως αὐτὸν ἔχειν καὶ ἀσφαλῶς ὡς τοὺς ἐπὶ βάκτροις ἐφηρεισμένους· τὸ δὲ βέλος, ὁ ἐν τῇ δεξιᾷ χειρὶ κατἔχει, σαφεστέρας ἢ κατ’ ἐπεξήγησιν ὀνομασίας ἐστί. 15 πολλαχοῦ δὲ καὶ Νίκην κρατῶν πλάττεται· περιέστι γὰρ πάντων καὶ ἥττᾶν αὐτὸν οὐδὲν δύναται. ἱερὸς δ’ ὄρνις αὐτοῦ ἀετὸς λέγεται εἶναι διὰ τὸ ὀξύτατον τοῦτο τῶν πτηνῶν εἶναι. στέφεται δ’ ἐλαίᾳ διὰ τὸ ἀειθαλὲς καὶ λιπαρὸν καὶ πολύχρηστον ἢ διὰ τὴν ἐμ- 20 φέρειαν τῆς πρὸς τὸν οὐρανὸν γλαυκότητος. λέγεται δ’ ὑπὸ τινων καὶ ἀλάστορ καὶ παλαμναῖος τῷ τοὺς ἀλάστορας καὶ παλαμναίους κολάζειν, τῶν μὲν ὀνο-