Ancient Greek
36.1
Lucius Annaeus Cornutus, cornutus_lang 36.1
Unproofread scanNot analysed yet
ναμιν λανθάνειν τι τῶν ἐν τῷ κόσμῳ γινομένων· προσαγορεύουσι δὲ καὶ μελίχον τὸν Δία, εὐμελίχτον ὄντα τοῖς ἐξ ἀδικίας μετατιθεμένοις, οὐ δέοντος ἀδιαλάκτως ἔχειν πρὸς αὐτούς· διὰ τοῦτο γὰρ καὶ ἱκεσίου Διὸς εἰσὶ βωμοὶ (c. 12.) καὶ τὰς Λιτὰς ὁ ποιητὴς ἔφη τοῦ Διὸς εἶναι θυγατέρας, χωλὰς μὲν οὔσας διὰ τὸ πίπτειν τοὺς γονυπετοῦντας, ὀψὰς δὲ ἐπὶ παραστάσει τῆς ἀσθενείας τῶν ἱκετευόντων, παραβληπὰς δὲ τῷ παριδόντι τινὰς τινα ὕστερον ἀνάγκην ἴσχειν λιτανείας.