Ancient Greek
37.1
Lucius Annaeus Cornutus, cornutus_lang 37.1
Unproofread scanNot analysed yet
καὶ ἐν τῷ εἴρμῳ]. Ἀνάγκη δέ ἐστιν ἣν ἀξαι καὶ ἥς περιγενέσθαι οὐκ ἔστιν ἢ ἐφ’ ἣν πᾶν ὃ ἂν γένηται τὴν ἀναγωγὴν λαμβάνει. [κατ’ ἄλλον δὲ τρόπον τρεῖς Μοῖραι παρεισάγονται κατὰ τὸ τρισσὸν τῶν χρόνων· καὶ Κλωθῶ μὲν ὀνομάσται μία αὐτῶν ἀπὸ τοῦ κλώσει 5 ἐρίων ἐοικέναι τὰ γινόμενα ἄλλων ἄλλοις ἐπιπιπτόντων, καθὸ καὶ νῆθουσαν αὐτὴν πρεσβυτάτην διατυποῦσι, Λάχεσις δ’ ἄλλη ἀπὸ τοῦ τῇ κατὰ τοὺς κλήρους λήξει τὰ ἀποδιδόμενα ἑκάστῳ προσεοικέναι, Ἄτροπος δὲ ἡ τρίτη διὰ τὸ ἀτρέπτως ἔχειν τὰ κατ’ αὐτὴν διατεταγμένα.] 10 ἢ δ’ αὐτὴ δύναμις οἰκείως ἂν δόξαι τῶν τριῶν προσηγοριῶν τυγχάνειν. αὕτη δέ ἐστι καὶ Ἀδράστεια, ἤτοι παρὰ τὸ ἀνέκφευκτος καὶ ἀναπόδραστος εἶναι ὀνομασμένη ἢ παρὰ τὸ ἀεὶ δρᾶν τὰ καθ’ αὐτήν, ὅσᾶν ἀειδράστεια οὖσα, ἢ τοῦ στερητικοῦ μορίου πλήθος νῦν 15 ἀποδηλοῦντος ὡς ἐν τῇ ἄξυλῳ ὕλῃ· πολυδράστεια γάρ ἐστι. Νέμεσις δὲ ἀπὸ τῆς νεμήσεως προσηγόρενται —διαιρεῖ γὰρ τὸ ἐπιβάλλον ἑκάστῳ —,Τύχη δὲ ἀπὸ τοῦ τεῦχειν ἡμῖν τὰς περιστάσεις καὶ τῶν συμπιπτόντων τοῖς ἀνθρώποις δημιουργὸς εἶναι, Ὀπις δὲ ἀπὸ τοῦ 20 λανθάνουσα καὶ ὥσπερ παρακολουθοῦσα ὀπίσθεν καὶ