Ancient Greek
41.1
Lucius Annaeus Cornutus, cornutus_lang 41.1
Unproofread scanNot analysed yet
ἵσως ἡ πολλοὺς ὑμνοῦσα καὶ ὅσα περὶ τῶν προγε-5νε-10στέρων ὑμνεῖται παρελληφυία καὶ τῆς ἐκ τε ποιημάτων καὶ τῶν ἄλλων συγγραμμάτων ἱστορίας ἐπιμελουμένη. Οὐρανία δέ ἐστιν ἡ περὶ τὰ οὐράνια καὶ τὴν τῶν ὅλων φύσιν ἐπιστήμη —τὸν γὰρ ὅλον κόσμον οὐρανὸν ἐκάλουν οἱ παλαιοί —,Καλλιόπη δὲ ἡ καλλιφῶνος καὶ καλλιεπὴς ῥητορική, δι’ ἧς καὶ πολιτεύονται καὶ δήμοις προσφωνοῦσιν, ἄγοντες αὐτοὺς πειθοῖ καὶ οὐ βίᾳ ἐφ’ ὅτι ἂν προαιρῶνται, δι’ ἣν αἰτίαν ταύτην μάλιστα φησι βασιλεύσιν ἂμ’ αἰδοίοισιν ὀπηρεῖν. ἀποδίδονται δὲ αὐταῖς ποικίλα ὄργανα, ἐμφαίνοντος ἑκάστου ὅτι ἡρμοστάι καὶ σύμφωνος αὐτὸς ἑαυτῷ καὶ ὁμολογούμενος ὁ τῶν ἀγαθῶν βίός ἐστι. συγχωρεῖ δ’ αὐταῖς ὁ Ἀπόλλων διὰ τὴν κοινωνίαν τῆς μουσικῆς· 15 παραδίδεται γὰρ καὶ οὗτος κιθαριστὴς δι’ ἣν εἴση μετ’ ὀλίγον αἰτίαν. ἐν δὲ τοῖς ὄρεσι φασι χορεύειν, ἐπειδὴ χρείαν ἔχουσι τοῦ μονάζειν καὶ συνεχῶς εἰς τὴν ἐρημίαν ἀναχωρεῖν οἱ φιλομαθούντες, ἧς χωρὶς οὐδὲν σέμνον ἐξευρίσκεται κατὰ τὸν κωμικόν. τοῦτον δ’ ἕνεκεν καὶ ἐπὶ ἐννέα νύκτας20 λέγεται συγγενόμενος τῇ Μνημοσύνῃ ὁ Ζεὺς γεννησαί