Ancient Greek
42.1
Lucius Annaeus Cornutus, cornutus_lang 42.1
Unproofread scanNot analysed yet
αὐτάς· καὶ γὰρ τῆς ἐν νυκτὶ ζητήσεως δεῖ πρὸς τὰ κατὰ παιδείαν· εὐφρόνην γοῦν οὐ δι’ ἄλλο τι οἱ ποιηταὶ τὴν νύκτα ἐκάλεσαν, καὶ ὁ Ἐπίχαρμος αὐτίκα αἰτε τι, φησί, ζατεῖ σοφὸν τις, νυκτὸς ἐνθυμητέον, πάντα τὰ σπουδαῖα νυκτὸς μᾶλλον ἐξευρίσκεται. [τινὲς δ’ Οὐρανοῦ καὶ Γῆς ἔφασαν αὐτὰς φῦναι ὡς ἀρχαιότατον ἠρεῖσθαι τὸν περὶ τούτων λόγον δεόντος]. στεφανοῦνται δὲ φοίνιι, ὡς μὲν τινες νομίζουσιν, διὰ τὴν ὁμωνυμίαν, ἀπὸ τοῦ Φοινίκων δοκεῖν εὐρήμα εἶναι τὰ γράμματα, ὡς δ’ εὐλογώτερόν ἐστι ἔχειν, διὰ τὸ τρυφερὸν καὶ εὐερνὲς καὶ ἀείφωον καὶ δυσανάβατον καὶ γλυκύκαρπον τοῦ φυτοῦ.