Ancient Greek
44.1
Lucius Annaeus Cornutus, cornutus_lang 44.1
Unproofread scanNot analysed yet
σαν μίαν μὲν εἶναι Χάριν τὴν περὶ τὸν ὑπουργούντα τι ὠφελίμως, ἑτέραν δὲ τὴν περὶ τὸν δεχόμενον τὴν ὑπουργίαν καὶ ἐπιτροποῦντα τὸν καιρὸν τῆς ἀμοιβῆς, τρίτην δὲ τὴν περὶ τὸν ἀνθὑπουργούντα τι καθ’ αὑτὸν ἐν καιρῷ. [ἱλαρῶς δὲ εὐεργετεῖν δεόντος καὶ ἱλαροῦς ποιουσῶν τοὺς εὐεργετουμένους τῶν Χαρίτων, πρῶτον μὲν κοινῶς ἀπὸ τῆς χαρᾶς πᾶσαι Χάριτες ὀνομασμέναι εἰσί· καὶ εὐμόρφοι δὲ λέγονται εἶναι καὶ εὐήδειαν καὶ πιθανότητα χαρίζεσθαι· εἶτα κατ’ ἰδίαν ἡ μὲν Ἀγλαΐα προσηγόρευται, ἡ δὲ Θαλία, ἡ δὲ Εὐφροσύνη, διὰ τοῦτο ἐνίων καὶ Εὐάνθην φησάντων μητέρα αὐτῶν εἶναι, τινῶν δ’ Αἰγλην. συνοικεῖν δ’ Ὅμηρος ἔφη μίαν τῶν Χαρίτων τῷ Ἡφαίστῳ διὰ τὸ ἐπιχάριτα εἶναι τὰ τεχνικὰ ἔργα.]