Ancient Greek
46.2
Lucius Annaeus Cornutus, cornutus_lang 46.2
Unproofread scanNot analysed yet
τῇ τ’ ἀνθρώπων ὀμματα θέλγει, τὰ τῆς διανοίας δηλουόντι, ὧν ἐθέλη, τοὺς δ’ αὐτε καὶ ὑπνῶντας ἐγείρει· καὶ παρορμᾶν γὰρ ῥαδίως τοὺς παρειμένους καὶ καταστέλλειν τοὺς παρωρμημένους δυνατὸς ἐστιν. ἐντεῦθεν ἤδη καὶ τοὺς ὄνειρους ἐπιπέμπειν ἐδοξε καὶ μάντις εἶναι [διὰ τοῦ τρόπου], τρέπων ὡς βούλεται τὰς φαντασίας· θεῶν δ’ ἄγγελοι καὶ οἱ ὄνειροι. οἱ δ’ ἀποπληροῦντες περὶ τὴν εἰρημένην ῥάβδον τὸ τοῦ κηρυκείου σχῆμα δράκοντες σύμβολόν εἰσι τοῦ καὶ τοὺς θηριώδεις ὑπ’ αὐτοῦ κηλεῖσθαι καὶ καταθλέγεσθαι,