Ancient Greek
47.1
Lucius Annaeus Cornutus, cornutus_lang 47.1
Unproofread scanNot analysed yet
λύντος τὰς ἐν αὐτοῖς διαφορὰς καὶ συνδέοντος αὐτοὺς ἄμματι δυσλύτῳ· διὰ τοῦτο γὰρ καὶ εἰρηνοποιὸν δοκεῖ τὸ κηρύκειον εἶναι. [φέρουσι δ’ ἄλλως οἱ μετιόντες τὴν εἰρήνην καὶ θαλλοὺς μετὰ χειρᾶς πρὸς ὑπόμνησιν τοῦ γεωργεῖσθαι θέλειν τὴν χώραν καὶ φειδὼ τινὰ εἶναι τῶν ἡμέρων καὶ καρποφόρων φυτῶν.] ἐκ δὲ Μαίας ἐφασαν γεγενῆσθαι Διὶ τὸν Ἑρμῆν ὑποδηλοῦντες πάλιν διὰ τοῦτον θεωρίας καὶ ζητήσεως γέννημα εἶναι τὸν λόγον· καὶ γὰρ αἱ μαιοῦμεναι τὰς γυναῖκας ἐντεῦθεν εἰρήνται μαῖαι τῷ ὥσαν ἐξ ἐρευνῆς προάγειν εἰς φῶς τὰ βρέφη. πλάττεται δὲ ἄχειρ καὶ ἄπους καὶ τετράγωνος τῷ σχήματι ὁ Ἑρμῆς, τετράγωνος μὲν τῷ [τὸ] ἕδραιόν τι καὶ ἀσφαλὲς ἔχειν ὥστε καὶ τὰς πτώσεις αὐτοῦ βάσεις εἶναι, ἄχειρ δὲ καὶ ἄπους, ἐπεὶ οὔτε χειρῶν οὔτε ποδῶν δεῖται πρὸς τὸ ἀνύειν τὸ προκείμενον αὐτῷ. οἱ δ’ ἀρχαῖοι τοὺς μὲν πρεσβυτέρους καὶ γενειῶντας Ἑρμᾶς ὀρθὰ ἐποίουν τὰ αἰδοῖα ἔχοντας, τοὺς δὲ νεωτέρους καὶ λείους παρειμένα, παριστάντες ὅτι ἐν τοῖς προβεβηκόσι ταῖς ἡλικίαις γόνιμος ὁ λόγος καὶ τέλειός ἐστιν, [ὅς δὴ καὶ τυχὸν τῷ ὄντι ἐστὶ τυχάνων ὧν ἂν πρόθῃται,] ἐν δὲ τοῖς ἀώροις ἄγονος καὶ ἄτελής. ἰδρῦται δὲ ἐν ταῖς ὁδοῖς καὶ ἐνόδιος λέ-