Ancient Greek
48.1
Lucius Annaeus Cornutus, cornutus_lang 48.1
Unproofread scanNot analysed yet
γεται καὶ ἡγεμόνιος ὡς αὐτῷ δεόντος πρὸς πᾶσαν πρᾶ-ξιν ἡγεμόνι χρῆσθαι καὶ αὐτοῦ ὄντος τοῦ ἐν ταῖςβουλαῖς εἰς τὴν δέουσαν ἡμᾶς ὁδὸν ἀνάγοντος, τάχαδὲ καὶ ἐπεὶ ἐφημίας πρὸς τὴν ἐπισκευὴν αὐτοῦ καὶτὴν θεραπείαν δεῖ. διὰ δὲ τὸ κοινὸν αὐτὸν εἶναι καὶτὸν αὐτὸν ἐν τε τοῖς ἀνθρώποις πᾶσι καὶ ἐν τοῖςθεοῖς, ὁπόταν τις εὕρῃ τι προάγων ἐν ὁδῷ, συνήθωςἐπιφθέγγονται τὸ κοινὸν εἶναι τὸν Ἑρμῆν [,ὃς δὴ συν-ίστασθ ἐστὶ τῆς εὐρέσεως ἐνόδιος ὢν], ἐμφαίνοντες ὅτικοινὸν ἀξιοῦσιν εἶναι καὶ τὸ εὐρημένον, ἔντευθεν καὶτῶν εὐρημάτων ἑρμαίων λεγομένων. προσσώφεύουσι δὲτοὺς λίθους τοῖς Ἑρμαῖς ἕκαστον τῶν παριόντων ἕνατινὰ αὐτοῖς προστιθέντος ἤτοι ὡς χρήσιμόν τι τὸπαρ’ αὐτὸν ἕκαστον καὶ κοινωνικὸν ποιούντος διὰ τοῦκαθαίρειν τὴν ὁδὸν εἴτε μαρτυροποιουμένου τὸν Ἑρ-μῆν εἴτε ὡς ἐπισημαινόμενον τὴν εἰς αὐτὸν τιμήν,εἰ μηδὲν ἄλλο ἔχει προσενεγκεῖν αὐτῷ, εἴτε ἐκδηλό-τερον τοῖς παριοῦσι τὸ ἀφίδρυμα ποιούντος εἴτε πρὸς