Ancient Greek
49.1
Lucius Annaeus Cornutus, cornutus_lang 49.1
Unproofread scanNot analysed yet
σύμβολον τοῦ ἐκ μικρῶν μερῶν συνεστάναι τὸν προφορικὸν λόγον. λέγεται δὲ καὶ ἀγοραῖος [πρῶτος] εἰκῶς· ἐπίσκοπος γὰρ τῶν ἀγορευόντων ἐστίν· ἤδη δὲ ἀπὸ τῆς ἀγορᾶς διατείνει καὶ εἰς τοὺς ἀγοράζοντας τι ἢ πιπράσκοντας, ὡς πάντα μετὰ λόγου ποιεῖν δέον- 5 τος· ἐντεῦθεν καὶ τῶν ἐμποριῶν ἐπιστάτης ἔδοξεν εἶναι καὶ ἐμπολαῖος καὶ κερδῶς ἐπωνομάσθη, ὡςὸν μόνος τῶν ἀληθινῶν κερδῶν αἴτιος ὢν τοῖς ἀνθρώποις. τῆς δὲ λύρας εὐρετὴς ἐστὶν οἷον τῆς συμφωνίας καὶ ὁμολογίας καθ’ ἣν οἱ ζῶντες εὐδαιμονοῦσιν, ἡρμοσμέ- 10 νην ἔχειν τὴν διάθεσιν ἐπιβάλλοντος. παραστήσαι δὲ αὐτοῦ τὴν δύναμιν καὶ διὰ τῶν ἀπεμφαινόντων θέλοντες κλέπτην αὐτὸν παρέδωκαν καὶ Δολίου Ἑρμοῦ βωμὸν ἔνιοι ἱδρύσαντο· λανθάνει γὰρ ὑφαιρούμενος τὰ προδεδογμένα τοῖς ἀνθρώποις καὶ κλέπτων ἐξθ’ ὅτε 15 τῇ πειθανότητι τὴν ἀλήθειαν, ὅθεν τινὰς καὶ ἐπικλόποις λόγοις χρῆσθαι λέγουσι· καὶ γὰρ τὸ σοφίζεσθαι τῶν εἰδότων λόγῳ χρῆσθαι ἴδιόν ἐστι. νόμος δὲ λέγεται τῷ ἐπ’ ἐπανορθώσει λόγος εἶναι, προστακτικὸς ὢν τῶν ὡς ἐν κοινωνίᾳ ποιητέων καὶ ἀπαγορευτικὸς 20 τῶν οὐ ποιητέων· διὰ γοῦν τὴν ὁμωνυμίαν μετήχθη καὶ ἐπὶ τὴν τῶν νομῶν ἐπιμέλειαν. σέβονται δ’ αὐ-