Ancient Greek
51.2
Lucius Annaeus Cornutus, cornutus_lang 51.2
Unproofread scanNot analysed yet
ὅποτε μὲν ξυνδήσαι Ὀλύμπιοι ἤθελον ἄλλοι, Ἥρη τ’ ἥδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη. φαίνεται δ’ ὅτι κατ’ ἰδίαν ἕκαστος τούτων τῶν θεῶν ἐπεβούλευε τῷ Διὶ συνεχῶς μέλλων ἐμποδίζειν ταύτην τὴν διακόσμησιν, ὅπερ ἐγένετο, εἰ τὸ ὕγρὸν ἐπεκράτησε καὶ ἐξυδατώθη πάντα ἢ τὸ πῦρ καὶ ἐξεπυρώθη ἢ ὁ ἀήρ. ἡ δὲ κατὰ τρόπον διαθεῖσα πάντα Θέτις τὸν ἐκατόχχειρα Βριάρεων ἀντέταξε τοῖς εἰρημένοις θεοῖς, καθ’ ὃν ἴσως διανέμονται πανταχόσε αἱ ἐκ τῆς γῆς ἀναθυμιάσεις, ὡς διὰ πολλῶν χειρῶν τῆς εἰς πάντας τοὺς ἀριθμοὺς διαιρέσεως γινομένης· σκέψαι δ’ εἰ παρὰ τὸ αἴρειν τὴν ὥσαν βορὰν τῶν τοῦ κόσμου μερῶν ὠνόμασται Βριάρεως. [Αἰγαίων μὲν γάρ ἐστιν ὁ ἀεὶ τεθηλὼς καὶ γαίων.]