Ancient Greek
52.1
Lucius Annaeus Cornutus, cornutus_lang 52.1
Unproofread scanNot analysed yet
ὑπὸ τῶν μὴ συνιέντων ἂ αἰνίττονται, κεχρημένων δ᾽ αὐτοῖς ὡς καὶ τοῖς πλάσμασιν, ἀλόγως τίθεσθαι. πάλιν τοίνυν πρῶτον μὲν ἐμύθευσαν τὸ Χάος γενέσθαι, καθ᾽ ἅπερ ὁ Ἡσίοδος ἱστορεῖ, μετὰ δὲ αὐτὸ τὴν Γῆν καὶ τὸν Τάρταρον καὶ τὸν Ἔρωτα, ἐκ δὲ τοῦ Χάους τὸ Ἔρεβος καὶ τὴν Νύκτα φύναι, ἐκ δὲ τῆς Νυκτὸς τὸν Αἰθέρα καὶ τὴν Ἡμέραν. ἔστι δὲ Χάος μὲν τὸ πρὸ τῆς διακοσμήσεως γινόμενον ὑγρόν, ἀπὸ τῆς χύσεως οὕτως ὀνομασμένον, ἢ τὸ πῦρ, ὃ ἔστιν οἷονεὶ κάος [καὶ αὐτὸ δὲ κέχυται διὰ τὴν λεπτομέρειαν]. ἢν δὲ ποτε, ὦ παῖ, πῦρ τὸ πᾶν καὶ γενήσεται πάλιν ἐν περιόδῳ. σβεσθέντος δὲ εἰς ἄερα αὐτοῦ μεταβολὴ ἀθρόα γίνεται εἰς ὕδωρ, ὃ δὴ λαμβάνει τοῦ μὲν ὑφισταμένου μέρους τῆς οὐσίας κατὰ πύκνωσιν, τοῦ δὲ λεπνουμένου κατ᾽ ἀραίωσιν. εἰκότως οὖν ἔφασαν μετὰ τὸ Χάος τὴν τε Γῆν γενέσθαι καὶ τὰ ἡροῦντα Τάρταρα [,ἃ δὴ μυχὸν Γῆς ὠνόμασεν ὁ προειρημένος ποιητὴς τῷ περιειληφέναι αὐτὴν καὶ κρύπτειν]. ὁ δ᾽ Ἔρως σὺν αὐτοῖς ἔρρηθη γεγονέναι, ἢ ὁρμὴ ἢ ἐπὶ τὸ γεν-