Ancient Greek
54.9
Lucius Annaeus Cornutus, cornutus_lang 54.9
Unproofread scanNot analysed yet
τομενος, οὕτως ὑπὸ τῶν παλαιῶν Ἰαπετὸς μὲν ὀνο- κίννησιν ἐμφαίνειν καὶ βαθυνδίνης τῷ βαθείῳ δινεῖσθαι]. Τηθὺς δέ, καθ’ ἣν ἐπὶ μιᾶς καταστάσεως χρονίζει. Θεία δέ ἐστιν ἡ τῆς ὄψεως αἰτία, Ῥέα δὲ ἡ τῆς φύσεως, Φοίβη δὲ ἡ τοῦ καθαρά τινα καὶ λαμπρὰ εἶναι, συνεκδέχεσθαι τούτοις καὶ τὰς τῶν ἐναντίων σχέσεων αἰτίας δεόντος· Μνημοσύνη δὲ ἡ τοῦ συναναφέρειν τὰ γεγονότα· Θέμις δὲ ἡ τοῦ συντίθεσθαι τι μεταξὺ ἡμῶν καὶ φυλάττεσθαι· Κρόνος δὲ ἐστιν ὁ προειρημένος πάντων τῶν ἀποτελεσμάτων λόγος, δεινότατος ὧν τῶν παίδων· ὁπλότατον δ’ αὐτὸν γενέσθαι ἔφη διὰ τὸ καὶ μετὰ τὴν τῶν εἰρημένων γένεσιν ἐπιμένειν αὐτὸν ὡς ἂν ἐν γενέσει ὄντα. ἀλλὰ τῆς μὲν Ἡσιόδου τελειοτέρα ποτ’ ἂν ἐξήγησίς σοι γένοιτο, τὰ μὲν τινα, ὡς οἶμαι, παρὰ τῶν ἀρχαιοτέρων αὐτοῦ παρειληφτός, τὰ δὲ μυθικώτερον ἀφ’ αὐτοῦ προσθέντος, ᾧ τρόπῳ καὶ πλεῖστα τῆς παλαιᾶς θεολογίας διεφθάρη· νῦν δὲ τὰ βεβημένα παρὰ τοῖς πλείστοις ἐπισκεπτέον.