Ancient Greek
55.4
Lucius Annaeus Cornutus, cornutus_lang 55.4
Unproofread scanNot analysed yet
XVIII. 20. ἐκ [τ.] γῆς b c —ἐκ γ. τ. τ. α. γ. ἐπλασεν c ὑπονοητέον Προμηθέα εἰρῆσθαι τὴν προμηθειαν τῆς ἐν τοῖς ὅλοις ψυχῆς, ἣν ἐκάλεσαν οἱ νεώτεροι πρόνοιαν· κατὰ γὰρ ταύτην τὰ τε ἄλλα ἐγένετο καὶ ἐκ τῆς γῆς ἐφυσαν οἱ ἄνθρωποι, ἐπιτηδεῖως πρὸς τοῦτο ἔχού- 5 σης καταρχὰς τῆς τοῦ κόσμου συστάσεως. [λέγεται δὲ καὶ συνεῖναι ποτε τῷ Διὶ ὁ Προμηθεύς· πολλῆς γὰρ προμηθείας πᾶσα μὲν ἀρχὴ καὶ προστασία πλειόνων, μάλιστα δὲ ἡ τοῦ Διὸς δεῖται.] καὶ κλέψαι δὲ φασιν αὐτὸν τὸ πῦρ τοῖς ἀνθρώποις, ὡς τῆς ἡμετέρας ἤδη 10 συνέσεως καὶ προνοίας ἐπινοησάσης τὴν χρῆσιν τοῦ πυρός. κατενηχέσθαι δὲ αὐτὸ ἐμύθευσαν ἐκ τοῦ οὐρανοῦ διὰ τὸ πλεονάζειν ἐκεῖ ἢ ἐπεὶ οἱ κεραυνοὶ ἐκεῖθεν κατασκήπτουσι διὰ πληρῆς τάνθάδε ἐξάπτοντες, τάχα τι τοιούτων καὶ διὰ τοῦ νάρθηκος αἰνιττόμενοι. 15 δεθεὶς δὲ ἐπὶ τούτῳ ὁ Προμηθεὺς ἐκολάσθη τοῦ ἥπατος αὐτῷ ὑπ’ ἀετοῦ καταβιβρωσκομένου· ἡ γὰρ ἡμετέρα ἐντρέχεια, τὸ προειρημένον πλεονέκτημα σὺν τοῖς ἄλλοις ἔχουσα, πειρᾶται τινος παρ’ ἑαυτὴν δυσχρηστίας προσδεδεμένη ταῖς κατὰ τὸν βίον φροντίσιν ὀδυνηραῖς 20 οὖσαις καὶ ὥσπερ εἰς τὰ σπλάγχνα ὑπὸ τῆς λεπτομερμνίας ἐκβιβρωσκομένη. ἀδελφὸν δ’ ἔφασαν εἶναι νεώτερον τοῦ Προμηθέως τὸν ’Επιμηθέα, εὐηθέστερον πως ὄντα τὸν τρόπον διὰ τὸ προτερεῖν τῇ τάξει τὴν προόρασιν