Ancient Greek
57.1
Lucius Annaeus Cornutus, cornutus_lang 57.1
Unproofread scanNot analysed yet
τῆς ἐκ τῶν ἀποβαινόντων παιδείας καὶ ἐπιμηθείας· τῷ γὰρ ὄντι ῾ὀχεθὲν δέ τε νήπιος ἔγνω. ᾿[διὰ τοῦτο γὰρ τῇ πρώτῃ γενομένῃ γυναικὶ συνοικῆσαι τοῦτον ἔφασαν· ἀφρονέστερον γὰρ πῶς δὴ καὶ τὸ θῆλυ εἶναι καὶ ἐπιμηθεῖσθαι μᾶλλον ἢ προμηθεῖσθαι πεφυκός.] λέγεται δὲ ὑπὸ τινων καὶ τῶν τεχνῶν εὑρετὴς γενέσθαι ὁ Προμηθεὺς δι᾿ οὐδὲν ἄλλο ἢ ὅτι συνέσεως καὶ προμηθείας δεῖ πρὸς τὴν εὑρεσιν αὐτῶν. c. 19. Οἱ πλείους μέντοι τῇ Ἀθηνᾷ καὶ τῷ Ἠφαίστῳ αὐτὰς ἀνατιθέασι, τῇ μὲν Ἀθηνᾷ, ἐπειδή φρόνησις καὶ ἀγχίνοια εἶναι δοκεῖ, τῷ δὲ Ἠφαίστῳ διὰ τὸ τὰς πλείστας τῶν τεχνῶν διὰ πυρὸς τὰ ἑαυτῶν ἔργα ἀποδιδόναι. ὁ μὲν γὰρ αἴθηρ καὶ τὸ διαυγὲς καὶ καθαρόν πῦρ Ζεὺς ἐστι, τὸ δ᾿ ἐν χρήσει καὶ ἀερωμιγὲς Ἠφαίστος, ἀπὸ τοῦ ἠφθαι ὀνομασμένος, ὅθεν καὶ ἐκ Διὸς καὶ Ἠρας ἔφασαν αὐτὸν γενέσθαι, τινὲς δὲ μόνης τῆς Ἠρας· αἱ γὰρ φλόγες παχυμερέστεραι πῶς οὕσαι ὥσ᾿ἄν ἐκ μόνου τοῦ ἀέρος διακαιομένου τὴν ὑπόστασιν λαμβάνουσι. χαλὸς δὲ παραδίδεται τάχα μὲν διὰ τὸ παχεῖαν τὴν διὰ τῆς ὕλης πορείαν ποιεῖσθαι τοῖς ἐπισκάζουσιν ὁμοίαν, τάχα δὲ ἀπὸ τοῦ μὴ δύνασθαι προβαίνειν δίχα ξυλώδους τινὸς ὥσ᾿ἄν βακτροῦ· τινὲς δέ, ἐπεὶ τὴν ἄνω