Ancient Greek
58.1
Lucius Annaeus Cornutus, cornutus_lang 58.1
Unproofread scanNot analysed yet
κίνησιν τῇ κάτω [πρὸς στροφὴν] ἄνισον καὶ ἄνωμαλον ποιεῖται, βραδυτέρας ταύτης οὖσης, χωλαίνειν αὐτὸν ἔφασαν. ὡρήναι δ’ ὑπὸ τοῦ Διὸς εἰς γῆν ἐξ οὐρανοῦ λέγεται διὰ τὸ τοὺς πρώτους ἴσως ἀρξαμένους χρῆσθαι πυρί ἐκ κεραυνοβολίου καιομένῳ αὐτῷ περιτυχεῖν, μηδέπω ἐπινοία τῶν πυρίων ἐπιπεσέιν δυναμένους. γυναῖκα δ’ αὐτοῦ τὴν Ἀφροδίτην ἔφασαν εἶναι καθ’ οἷον λόγον καὶ τῶν Χαρίτων μίαν· ὡς γὰρ χάριν φαμέν ἔχειν τὰ τεχνικὰ ἔργα, οὕτω καὶ ἀφροδίτην τινὰ αὐτοῖς ἐπιτρέχειν λέγομεν, εἰ μὴ πρὸς παράστασιν τοῦ πολὺ τὸ πυρώδες εἶναι ἐν ταῖς πρὸς τὰς μίξεις ὁρμαῖς πέπλασται τοῦτο. δεδεξέναι δὲ μυθεύεται τὸν Ἥφην μοιχεύοντα τὴν γυναῖκα [· καὶ γὰρ ὁ μῦθος παρὰ τῷ ποιητῇ ἐστι, παλαιότατος ὢν], ἐπειδὴ τῇ τοῦ πυρὸς δυνάμει ὁ σιδηρὸς καὶ ὁ χαλκὸς δαμάζεται· τὸ δὲ τῆς μοιχείας πλάσμα παρίστησιν ὅτι οὐ πάνυ μὲν πέφυκε καταλλήλον τὸ μάχιμον καὶ βίαιον τῷ ἱλαρῷ καὶ μελιχρῷ οὐδὲ κατὰ τὸν φυσικὸν αὐτῷ νόμον ἐπιπλέκεται, ἀντιποιούμενον δὲ πῶς τῆς μίξεως αὐτοῦ καλὸν καὶ γενναῖον γέννημα, τὴν ἐξ ἀμφοῖν ἁρμονίαν, ἀποτελεῖ. λέγεται δὲ ὁ Ἥφαιστος μαιώσασθαι τὸν Δία, ὅτε ᾠδὶνεν τὴν