Ancient Greek
59.1
Lucius Annaeus Cornutus, cornutus_lang 59.1
Unproofread scanNot analysed yet
Ἀθηνᾶν, καὶ διελὼν αὐτοῦ τὴν κεφαλὴν ἐκθορεῖν ἐκείνην ποιῆσαι· τὸ γὰρ πῦρ, ᾧ χρῶνται αἱ τέχναι, συνεργὸν πρὸς τὴν ἀπόδειξιν τῆς φυσικῆς τῶν ἀνθρώπων ἀρχινοίας γενομένον ὥσπερ κεκρυμμένην αὐτὴν εἰς φῶς προήγαγε· τοὺς δὲ ζητοῦντάς τι ὡς προσευ- 5 ρέσθαι κίνειν αὐτὸ καὶ ἀδίνειν φαμέν. c. 20. Ἡ δὲ Ἀθηνᾶ ἐστὶν ἢ τοῦ Διὸς σύνεσις, ἢ αὐτὴ οὖσα τῇ ἐν αὐτῷ προνοίᾳ, καθὸ καὶ Προνοίας Ἀθηνᾶς ἱδρύονται ναοί. γενέσθαι δ᾿ ἐκ τῆς τοῦ Διὸς κεφαλῆς λέγεται, τάχα μὲν τῶν ἀρχαίων ὑπολαβόντων τὸ ἡγεμονικὸν τῆς 10 ψυχῆς ἡμῶν ἐνταῦθ᾿ εἶναι, καθάπερ καὶ ἕτεροι τῶν μετὰ ταῦτα ἔδοξασαν, τάχα δ᾿ ἐπεὶ τοῦ μὲν ἀνθρώπου τὸ ἄνωτάτω μέρος τοῦ σώματος ἡ κεφαλὴ ἐστὶ τοῦ δὲ κόσμου ὁ αἰθήρ, ὅπου τὸ ἡγεμονικὸν αὐτοῦ ἐστὶ καὶ ἡ τῆς φρονήσεως οὐσία· ἄκορυφὴ δὲ θεῶν᾿ κατὰ 15 τὸν Εὐριπίδην ᾿ὁ περὶ χθόν᾿ ἔχων φαεννὸς αἰθήρ᾿. [Ἀμήτωρ δὲ ἐστὶν ἡ Ἀθηνᾶ διὰ τὸ ἀλλοίαν εἶναι τὴν τῆς ἀρετῆς γένεσιν καὶ οὐχ οἷα ἡ τῶν ἐκ συνδυασμοῦ γενομένων ἐστί.] τὴν Μῆτιν οὖν καταπιὼν ὁ Ζεὺς ἐρέννησεν αὐτήν, ἐπειδή μητιέτης καὶ συνετὸς ὢν οὐ- 20 δαμοῦθεν ἄλλοθεν ἢ ἐκ τῆς καθ᾿ αὑτὸν βουλῆς τὴν