Ancient Greek
61.1
Lucius Annaeus Cornutus, cornutus_lang 61.1
Unproofread scanNot analysed yet
διαφέρειν ἀπάντων καὶ περιγίνεσθαι ὁ Ζεὺς. προτομὴ δ᾽ ἐν αὐτῇ Γοργόνος ἐστὶ κατὰ μέσον τῆς θεᾶς τὸ στῆθος ἔξω προβεβληκυῖα τὴν γλῶτταν ὥσ᾽ ἂν ἐκφανεστάτου ὄντος ἐν τῇ τῶν ζῴων οἰκονομίᾳ τοῦ λόγου. οἱ δὲ δράκοντες καὶ ἡ γλανὺς διὰ τὸ ἐμφερὲς τῶν ὀμμάτων ἀνατίθενται ταύτῃ γλανυκώπιδι οὖση· σμερδαλέον γὰρ ὁ δράκων δέδορκε καὶ φυλακτικὸν τι ἔχει καὶ ἄγρυπνον καὶ οὐκ εὐθήρατος εἶναι δοκεῖ [᾽οὐ χρη᾽ δὲ ᾽παννύχιον εὔδειν βουληφόρον ἄνδρα᾽]. λέγεται δ᾽ Ἀτρυτώνη μὲν ὥσ᾽ ἀνεὶ οὐ τρουμένη ὑπ᾽ οὐδενὸς πόνου ἢ ὡς ἀτρύτου τοῦ αἰθέρος ὄντος, Τριτογένεια δέ, ὅτι ἢ τοῖς κακοῖς ἐγγεννώσα τὸ τρεῖν καὶ τρέμειν αὐτὴ ἐστίν —ἥρται γὰρ πόλεμον πρὸς τὴν κακίαν —,ἄλλοι δὲ φασὶ διὰ τοῦτοὺν παρίστασθαι τὰ τρία γένη τῶν σχημάτων τῆς κατὰ φιλοσοφίαν θεωρίας, πανουργοτέραν διόρθωσιν ἢ κατὰ τὴν ἀρχαίαν ὁλοσχερεῖαν ἔχοντος τούτου. λαοσσόον δὲ αὐτὴν ἐπονομάζουσι διὰ τὸ σέειν ἐν ταῖς μάχαις τοὺς λαούς [,ὡς λῃτὶς ἐκλήθη ἀπὸ τῆς λείας,] ἢ μᾶλλον διὰ τὸ σῶτειραν αὐτὴν τῶν χρημένων αὐτῇ λαῶν εἶναι· καὶ πόλεως γὰρ καὶ οἴκου καὶ τοῦ βίου παντὸς προστάτιν ποιητέον τὴν φρόνησιν· ἀφ᾽ οὗ δὴ καὶ ἐρυσίπολις καὶ