Ancient Greek
64.2
Lucius Annaeus Cornutus, cornutus_lang 64.2
Unproofread scanNot analysed yet
c. 21. "Ἄλλοι δὲ περὶ τὰ πολεμικὰ ἀναστρέφονται θεοὶ μηκέθ’ ὁμοίως τοῦ εὐσταθοῦς καὶ τοῦ κατὰ λό-γον στοχαζόμενοι, ταραχωδέστεροι δὲ πως, ὁ τε "Ἀρης καὶ ἡ Ἑνυώ· καὶ τούτους δ’ εἰσήγεν εἰς τὰ πράγματα ὁ Ζεὺς ἐρεθίσας κατ’ ἀλλήλων τὰ ξῶα καὶ οὐκ ἄχρη-στον οὐδὲ τοῖς ἀνθρώποις ἐσθ’ ὅπου τὴν δι’ ὅπλων διαχρίσιν ἐμβαλῶν, ἵνα τε τὸ γενναῖον καὶ ἀνδρεῖον αὐτοὶ [τε] ἐν ἑαυτοῖς καὶ γε ἐπ’ ἀλλήλους τὸ οἰκεῖον τῆς εἰρήνης εὐ ἀσμενίζωσι. διὰ ταύτην μὲν οὖν αἰτίανΔιὸς υἱὸς καὶ ὁ "Ἀρης παραδίδεται [οὐ κατ’ ἄλλον λόγον ἢ καὶ ὀρσιμοπάτρης ἡ Ἀθηνᾶ]· περὶ δὲ τῆς Ἑνυούς οἱ μὲν ὡς μητρός, οἱ δ’ ὡς θυγατρός, οἱ δ’ ὡς τροφοῦ "Ἀρεως διαφέρουσι, διαφέροντος οὐδὲν· Ἑνυώ γάρ ἐστιν ἡ ἐνι-εῖσα θυμὸν καὶ ἄλχην τοῖς μαχομένοις ἢ κατ’ εὐφημισμὸν ἀπὸ τοῦ ἠκιστα ἐνῆης καὶ ἐπικειχῆς εἶναι . ὁ δ’ "Ἀρης τὴν ὀνομασίαν ἔσχε ἀπὸ τοῦ αἰρεῖν καὶ ἀν-