Ancient Greek
65.8
Lucius Annaeus Cornutus, cornutus_lang 65.8
Unproofread scanNot analysed yet
τινος ἔχουμένης καὶ τῆς Ἀρ-5 αὐτοῦ γενέσθαι. εἰκότως δὲ αὐτῇ δηλουόντι ἰκμὰς παραίτια ἐστίν· εἶτα ἐνοσίχθονα καὶ ἐνοσίγαιον καὶ σεισίχθονα καὶ τινάκτορα γαίας ὡς οὐ παρ’ ἄλλην αἰτίαν τῶν σεισμῶν γινομένων ἢ παρὰ τὴν εἰς τὰς ἐν τῇ γῇ σήραγγας ἐμπτώσιν τῆς τε θαλάττης καὶ τῶν ἄλλων ὑδάτων· στενοχωρούμενα γὰρ τὰ ἐν αὐτῇ πνεύματα καὶ ἔξοδον ζητοῦντα κλονεῖσθαι καὶ ῥίγγυσθαι αὐτὴν ποιεῖ, ἀποτελουμένων ἐσθ’ ὅτε καὶ μυκημάτων κατὰ τὴν ῥῆξιν. [εὐλόγως ὑπὸ τινων καὶ μυκτηρὰς εἴρηται τῆς θαλάττης τινα τοιούτων ἦχον ἀποτελουσῆς, ἀφ’ οὗ καὶ ἠχήσεσα καὶ ἀγάστονος καὶ πολύφλοισβος λέγεται.] ἐντεῦθεν δὲ ἔδοξαν καὶ οἱ ταῦροι αὐτῷ προσήκειν, καὶ θύουσι αὐτῷ ταύρους παμμέλανας διὰ τὴν χροιὰν τοῦ πελάγους [καὶ ἐπεὶ ἄλλως τὸ ὕδωρ μέλαν εἶναι λέγουσι], εὐλόγως ἤδη κυανοχαίτου αὐτοῦ εἰρημένου καὶ ἐν ἐσθῆτι εἰσαγομένου τοιαύτῃ· τοῦτον δ’ ἕνεκεν καὶ τοὺς ποταμοὺς κερασφόρους καὶ ταυρωποὺς ἀναπλάττουσιν, ὅσάν βιαίον τι τῆς φορᾶς αὐτῶν καὶ μυκτηρικὸν ἔχουσης· καὶ γὰρ ὁ Σκάμανδρος παρὰ τῷ ποιητῇ ἠρυγεν ὡς ὅτε ταῦρος.