Ancient Greek
68.9
Lucius Annaeus Cornutus, cornutus_lang 68.9
Unproofread scanNot analysed yet
σθαι κρυπτομένας τέως.] το σίας, ἄπερ ἀμφότερα δαφιλῆ κατὰ τὴν θάλατταν ἐστίν. ἐστοχάσαντο δὲ τοῦ αὐτοῦ καὶ οἱ Λιῶνῆς αὐτὴν θυγατέρα εἰπόντες εἶναι· διερὸν γὰρ τὸ ὕγρόν ἐστιν. Ἀφροδίτη δὲ ἐστὶν ἡ συνάγουσα τὸ ἄρρεν καὶ τὸ θῆλυ δύναμις, τάχα διὰ τὸ ἀφρώδη τὰ σπέρματα τῶν ζῴων εἶναι ταύτην ἐσχηκυῖα τὴν ὀνομασίαν ἢ, ὡς Εὐριπίδης ὑπονοεῖ, διὰ τὸ τοὺς ἥττωμένους αὐτῆς ἄφρονας εἶναι. καλλίστη δὲ παράγεται διὰ τὸ μάλιστα ἀρρηκεῖναι τοῖς ἀνθρώποις τὴν κατὰ συμπλοχὴν ἡδονὴν ὡς πάντων τῶν ἄλλων διαφέρουσαν. λέγεται δὲ καὶ φιλομειδὴς διὰ τοῦτο· οἰκεῖα γὰρ τὰ μειδιήματα καὶ ἡ ἰλαρότης τῶν τοιούτων συνόδων ἐστίν. παρέδρους δὲ καὶ συμβώμους τὰς Χάριτας ἔχει καὶ τὴν Πειθὼ καὶ τὸν Ἔρωτα διὰ τὸ πειθοῖ προσάγεσθαι καὶ λόγῳ καὶ χάρισι τοὺς ἐρωμένους ἢ διὰ τὸ περὶ τὰς συνουσίας ἀγωρόν. Κυνθερεία δ’ εἴρηται διὰ τὰς ἐκ τῶν μίξεων γινομένας κυνήσεις ἢ διὰ τὸ κεῦθεσθαι τὰ πολλὰ τὰς τῶν ἀφροδισίων ἐπιθυμίας. ἐκ τούτου δ’ ἤδη καὶ ἱερὰ τῆς Ἀφροδίτης ἢ τῶν Κυνθέρων νῆσος εἶναι δοκεῖ, τάχα δὲ καὶ ἡ Κύπρος, συνάδουσα πῶς τῇ κρύψει κατὰ τοὔνομα. ἡ δὲ Πάφος ἴδιον αὐτῆς οἰκητήριόν ἐστι, Παφίας λεγομένης, τάχα κατ’ ἔλλειψιν ἀπὸ τοῦ ἀπαφίσκειν, ὅ ἐστιν ἀπατᾶν· ἔχει γὰρ κατὰ μὲν τὸν Ἡσίοδον ‘μειδήματα τ’ ἐξαπατὰς τε’, κατὰ δὲ τὸν Ὅμηρον