Ancient Greek
71.1
Lucius Annaeus Cornutus, cornutus_lang 71.1
Unproofread scanNot analysed yet
πως ἐπ’ αὐτῆς τὴν πυγὴν. c. 25. Οὐδὲν δὲ παράδοξον εἰ τοιαύτῃ οὐσῇ αὐτῇ συντιμᾶται καὶ συμπάρεισιν ὁ Ἔρως, τῶν πλείστων καὶ Ἀφροδίτης υἱὸν αὐτὸν παραδεδοκότων, ὅς δὴ παῖς μὲν ἐστὶ διὰ τὸ ἄτελῆ τὴν γνῶμην καὶ εὐεξαπάτητον ἔχειν τοὺς ἐρώοντας, πτερωτὸς δέ, ὅτι κουφόνους ποιεῖ ἢ ὅτι ὡς ὄρνις ἀεὶ προσἵπταται ταῖς διανοίαις ἀθρόως, τοξότης δ’, ἐπεὶ πληγῇ τινὶ ὁμοίον ἀπὸ τῆς προσόψεως οἱ ἀλίσκόμενοι αὐτῷ πάσχουσιν, οὔτε πλησιάσαντες οὔθ’ ἀφάμενοι τῶν καλῶν, ἀλλὰ μακρόθεν αὐτοὺς ἰδόντες [· ἀποδίδεται δὲ καὶ λαμπὰς αὐτῷ, πυροῦν δοκοῦντι τὰς ψυχάς]. Ἔρωτα δ’ αὐτὸν εἰρῆσθαι πιθανὸν ἀπὸ τῆς ἐπιζητήσεως τῶν ἐρωμένων· τάττεται γὰρ ἐπὶ τοῦ ζητεῖν τὸ ἔρειν, ὡς εἴρηται τὸ