Ancient Greek
74.1
Lucius Annaeus Cornutus, cornutus_lang 74.1
Unproofread scanNot analysed yet
ρεῖται ἐν αὐτῷ. συρικτὴν δὲ εἶναι τάχα μὲν διὰ τὸ ὑπὸ παντοίων ἀνέμων διαπνεῖσθαι, τάχα δ’ ἔπει τὴν ἐμμέλειαν ἀγριοφανῆ καὶ ἀύστηρόν ἀλλ’ οὐ πρὸς ἐπίδειξιν ἔχει. τῷ δὲ ἐν τοῖς ὄρεσιν αὐτὸν καὶ τοῖς σπηλαίοις διαιτᾶσθαι καὶ τὸ τῆς πίτνους στέμμα ἐπ-ηκολούθησεν, ὀρειόν τι καὶ μεγαλοπρεπὲς ἔχοντος τοῦ φυτοῦ, ἐπὶ δὲ τὸ Πανικὰς λέγεσθαι ταραχὰς τὰς αἰφνιδίου καὶ ἀλόγους· οὕτω γὰρ πῶς καὶ αἱ ἀγέ-λαι καὶ τὰ αἰπόλια πτοεῖται φόβου τινὸς ἐξ ὕλης ἢ τῶν ὑπάντρων καὶ φαραγρωδῶν τόπων ἀκούσαντα. οἰκείως δὲ καὶ τῶν ἀγγελαιῶν θρεμμάτων αὐτὸν ἐπί-σκοπον ἐποιήσαντο, τάχα μὲν διὰ τοῦτο καὶ κερά-στην αὐτὸν καὶ δίχηλον πλάττοντες, τάχα δὲ τὸ διπ-τὸν τῶν ἐξέχοντων ἐν αὐτῷ ὡς αἰνιττόμενοι. —Ἴσως δ’ ἂν οὗτος καὶ ὁ Πρίαπος εἴη, καθ’ ὃν πρό-εισιν εἰς φῶς πάντα, τῶν ἀρχαίων δεισιδαμόνως καὶ ἀδρῶς διὰ τούτων ἂ ἐφρόνουν περὶ τῆς τοῦ κόσμου φύσεως παριστάντων. ἐμφαίνει γοῦν τὸ μέγεθος τῶν αἰδοίων τὴν πλεονάζουσαν ἐν τῷ θεῷ σπερματικὴν δύναμιν, ἢ δ’ ἐν τοῖς κόλποις αὐτοῦ παγκαρπία τὴν διαφύλειαν τῶν ἐν ταῖς οἰκείαις ὥραις ἐντὸς τοῦ κόλ-που φυομένων καὶ ἀναδεικνυμένων καρπῶν. παρεῖσ-άγεται δὲ καὶ αὐτὸς φύλαξ τῶν τε κήπων καὶ τῶν ἄμ-