Ancient Greek
75.1
Lucius Annaeus Cornutus, cornutus_lang 75.1
Unproofread scanNot analysed yet
πέλων, ἐπειδὴ κατὰ τὸν γεννῶντά ἐστι καὶ τὸ σῴζειν 5 ἄ γεννᾶ [καὶ τοῦ Διὸς ἐντεῦθεν σωτῆρος εἶναι λεγομένου], καὶ τὸ μὲν πολύφορον καὶ καθαρὸν αἱ ἄμπελοι παριστᾶσι, μάλιστα δὲ τὸ ποικίλον καὶ ἐπιτερπὲς καὶ ῥαδίαν τὴν γένεσιν ποιούμενον οἱ κῆποι, τοιαύτην ὡς 10 ἐπίπαν αὐτοῦ καὶ τὴν ἑσθίτην ἔχοντος. δρέπανον δὲ ἐν τῇ δεξιᾷ χειρὶ προτείνει πότερον ἐπεὶ τούτῳ χρῶνται πρὸς τὴν κάθαρσιν τῶν ἀμπελῶν ἢ ἐπεὶ κατὰ τὸν τηροῦντά τί ἐστι καὶ καθωπλίσθαι πρὸς ἀσφάλειαν αὐτοῦ ἢ ὡς τῆς αὐτῆς δυνάμεως μετὰ τὸ ἐνεγκεῖν τὰ 15 ὄντα ἐκτεμνούσης αὐτὰ καὶ φθειρούσης. —Ἀγαθὸς δὲ Δαίμων ἤτοι πάλιν ὁ κόσμος ἐστὶ βριθὼν καὶ αὐτὸς τοῖς καρποῖς ἢ ὁ προεστὼς αὐτοῦ λόγος, καθ’ ὅσον δατεῖται καὶ διαμερίζει τὸ ἐπιβάλλον ἀγαθὸς διαφέτης ὑπάρχων. προστάτης δὲ καὶ σωτὴρ τῶν οἰκείων 20 ἐστὶ τῷ σῴζειν καλῶς τὸν ἴδιον οἶκον καὶ ὑπόδειγμα παρέχειν ἑαυτὸν καὶ τοῖς ἄλλοις. τὸ δὲ τῆς Ἀμαλθείας κέρας οἰκείον αὐτῷ φόρημά ἐστιν, ἐν ᾧ ἂμα πάντα ἀλδήσκει τὰ κατὰ τοὺς οἰκείους καιροὺς φύομενα, ἀλλ’ οὐ περὶ ἕν τι αὐτῷ γινόμενα, περὶ πολλὰ 25 δὲ ἀθρόως καὶ ποικίλα, ἢ ἐπεὶ ἐμπεριόδως ἀμαλδύνει