Ancient Greek
77.2
Lucius Annaeus Cornutus, cornutus_lang 77.2
Unproofread scanNot analysed yet
μυθεῦται δὲ πρώτη τε καὶ ἔσχατη γενέσθαι τῷ εἰς ταύτην ἀναλύεσθαι τὰ ἀπ᾽ αὐτῆς γινόμενα καὶ ἐξ αὐτῆς συνίστασθαι, καθὼ καὶ ταῖς θυσίαις οἱ Ἕλληνες ἀπὸ πρώτης τε αὐτῆς ἤρχοντο καὶ εἰς ἔσχατην αὐτὴν 15 κατέπανον. στέμματα δ᾽ αὐτῇ λευκὰ περῖκεινται τῷ στέφεσθαι καὶ καλύπτεσθαι πανταχόθεν αὐτὴν ὑπὸ τοῦ λευχοτάτου στοιχείου. ἢ μέντοι Δημήτηρ κατὰ τὸ ἀναδοτικὸν τῶν σπερμάτων εἰδοποιουμένη πᾶν οἰκείως εἰσάγεται στάχυσιν ἐστεφανωμένη. τοῦτο γὰρ ἀναγκαῖό- 20 τατον ὧν κεχάρισται τοῖς ἀνθρώποις ἢ ἡμερος τροφή, ἐστί. ταύτην δὲ μυθεῦται σπεῖραι διὰ τῆς οἰκουμένης ὁ Τριπτόλεμος ὁ Ἐλευσίνιος ἀναβρασάσης αὐτὸν