Ancient Greek
79.1
Lucius Annaeus Cornutus, cornutus_lang 79.1
Unproofread scanNot analysed yet
ὀδόντα αἰνιττομένων αὐτῶν, ὅφ’ οὐ κατὰ γῆς κρύπτεται τὸ σπέρμα· διατετάχθαι δὲ ὡςδε, παρὰ τε τῇ ’Αφροδίτῃ τὸν ἴσον χρόνον μένειν τὸν ’Αδωνιν καὶ παρὰ τῇ Περσεφόνη, δι’ ἣν εἴπομεν αἰτίαν. ἐκάλεσαν δὲ Περσεφόνην τὴν τῆς Δήμητρος θυγατέρα διὰ τὸ ἐπίπονον εἶναι καὶ πόνων οἰστικὴν τὴν ἐργασίαν ἢ τῷ ἐκ πόνων ὑπομονὴν φέρεσθαι. νηστεύουσι δ’ εἰς τιμὴν τῆς Δήμητρος ἤτοι γεραῖροντες αὐτὴν ἰδίᾳ τρόπῳ τινὶ ἀπαρχῆς [ἥ] διὰ τοῦ πρὸς μίαν ἡμέραν ἀπέχεσθαι τῶν δεδομένων αὐτοῖς ὑπ’ αὐτῆς ἢ κατ’ εὐλάβειαν ἐνδείας παρεισεληλυθότος τοῦ †θεοῦ· ἐπειδή δὲ ἐσπείρουν, ἀφήρουν ἀπὸ τῶν ἰδίων χρεῶν, καθὸ παρὰ τὸν τοῦ σπόρου καιρὸν τὴν ἑορτὴν αὐτῆς ἄγουσι. περὶ δὲ τὸ ἕαρ τῇ Χλόῃ Δήμητρι θίουσι μετὰ παιδιᾶς καὶ χαρᾶς, ἰδόντες χλοάζοντα καὶ ἀφθονίας αὐτοῖς ἐλπίδα ὑποδεικνύντα. ἐντεῦθεν δὲ καὶ ὁ Πλοῦτος τῆς Δήμητρος υἱὸς ἐδόξεν εἶναι. καλῶς γὰρ εἴρηται τὸ