Ancient Greek
80.2
Lucius Annaeus Cornutus, cornutus_lang 80.2
Unproofread scanNot analysed yet
Ἔργαζου, Πέρση, δίον γένος, ὅφρα σε λιμὸς ἐχθαίρη, φιλέη δὲ σ’ ἐυπλόκαμος Δημήτηρ. θύουσι δ’ ὕς ἐγκύμονας τῇ Δημήτρὶ πάνυ οἰκείως, τὸ πολύγονον καὶ εὐσύλληπτον καὶ τελεσφόρον παριστάντες. ἀνατιθέασιν δ’ αὐτῇ καὶ τὰς μήκωνας κατὰ λόγον· τὸ τε γὰρ στρογγύλον καὶ περιφερὲς αὐτῶν παρίστησι τὸ σχῆμα τῆς γῆς σφαιροειδοῦς οὖσης, ἥ τε ἀνωμαλίτας κοιλότητας καὶ τὰς ἐξοχὰς τῶν ὄρεων, τὰ δ’ ἐντὸς τοῖς ἀνθρώποισι καὶ ὑπονόμοις ἔοικε, σπέρματα τε ἀναρίθμητα γεννῶσιν ὥσπερ ἡ γῆ. διὰ δὲ τὴν ἀφθονίαν τῶν σιτηρῶν ἐπαύσαντο οἱ ἄνθρωποι δυσπόριστον καὶ ἀμφιδήριτον τὴν τροφὴν ἔχοντες, ὥστε καὶ συντιθέμενοι τινὰ πρὸς ἀλλήλους περὶ τῶν κατὰ τὰ ἡροτριωμένα μέτρων καὶ διανεμόμενοι τὰ γεννώμενα δικαίως ἀρχηγὸν ἔλεγον νόμων καὶ θεσμῶν τὴν Δημήτραν αὐτοῖς γεγενημένην· ἐντεῦθεν θεσμοθέτιν αὐτὴν προσἡγόρευσαν οἷον νομοθέτιν οὖσαν, οὐκ ὀρθῶς τινων θεσμὸν ὑπολαβόντων εἴρησθαι τὸν καρπὸν ἀπὸ τοῦ αὐτὸν ἀποτίθεσθαι καὶ θησαυρίζεισθαι. [μυστήρια δ’ ἄγειν ἤρξαντο αὐτῇ φιλοσοφοῦντες, ἅμα τῇ εὐρέσει τῶν πρὸς τὸν βίον χρησίμων καὶ τῇ πανηγύρει χαί-