Ancient Greek
81.2
Lucius Annaeus Cornutus, cornutus_lang 81.2
Unproofread scanNot analysed yet
c. 29. Διὰ δὲ ταύτην τὴν αἰτίαν καὶ ἐκ Θέμιδος λέγεται ὁ Ζεὺς γεννηῖσαι τὰς Ὦρας, ὑφ’ ὧν τὰ ἀγαθὰ πάντα καθ’ ἡμᾶς ὠφεῖται καὶ φυλάττεται. καλεῖται δ’ αὐτῶν ἡ μὲν Εὐνομία ἀπὸ τῆς τοῦ ἐπιβάλλοντος διανυμήσεως, ἡ δὲ Δίκη ἀπὸ τοῦ δίχα χωρίζειν ἀπ’ 10 ἀλλήλων τοὺς διαφερομένους, ἡ δὲ Εἰρήνη ἀπὸ τοῦ διὰ λόγου καὶ οὐ δι’ ὅπλων διακρίνεσθαι ποιεῖν [· ἐκάλουν γὰρ τὸν λόγον εἰρήνην]· [ὁ δὲ πόλεμος ἀπὸ τοῦ πολλοὺς ὀλλύναι οὕτως ὠνόμασται ἢ ἀπὸ τοῦ καλάμαις σπεύδειν περιγίνεσθαι τῶν ἐναντίων]. 15