Ancient Greek
82.1
Lucius Annaeus Cornutus, cornutus_lang 82.1
Unproofread scanNot analysed yet
ῶν ἡ] οἶον διάνυσος παρὰ τὸ διαίνειν ἡμᾶς ἡδέως ἢ 5 ὥσανει διάλυσος κεκλημένος, ἀφ' ἧς ἀρχῆς καὶ λύσιον αὐτὸν καὶ λυσίων ἐπωνόμασαν [λύοντα τὰς μερίμνας]· τινὲς δὲ φασιν ἀπὸ τοῦ τὸν Δία περὶ τὸ Νύσιον ὄρος φῦναι πρῶτον τὴν ἄμπελον παρεληλυθέναι τοῦτο τὸ ὄνομα εἰς τὴν συνήθειαν. λέγεται δὲ διὰ πυρὸς λοχευθῆναι, [τὸ θερμὸν αὐτοῦ καὶ πυρωτικὸν τῶν τε σωμάτων καὶ τῶν ψυχῶν παριστάντος τοῦ μύθου —ὄντως γὰρ οἶνός τι πυρὶ ἴσον μένος ἔχει κατὰ τοὺς 10 ποιητάς —,]ἐρραφθεὶς δ' εἰς τὸν μηρὸν τοῦ Διὸς ἐκεῖ τελεσφορηθῆναι [διὰ τὸ πεπαίνεσθαι καὶ τελειοῦσθαι τὸν οἶνον, †εἰ γὰρ μὴ πεφυκότα γενναῖον ἀποτιθέμενον, ἄτελῇ δ' ὡς πρὸς τὴν χρῆσιν συγχωμισθέντα τάδε], ἐπεὶ πρώτη μὲν αὐτοῦ γέννησίς ἐστιν ἡ κατὰ 15 πέπανσιν τῆς ὀπώρας, ἥτις γίνεται καυμάτων ἀκμαζόντων, δευτέρα δ' ἡ κατὰ τὴν πάτησιν, ἐκθλιβομένου