Ancient Greek
85.1
Lucius Annaeus Cornutus, cornutus_lang 85.1
Unproofread scanNot analysed yet
οὐ καὶ ὁ ὄνος ἐν ταῖς πομπαῖς αὐτοῦ θαμίζει καὶ οἱ φαλλοὶ αὐτῷ ἀνατίθενται καὶ τὰ φαλλαγώρια ἄγεται· κινητικὸν γὰρ πρὸς συνουσίαν ὁ οἶνος, διὰ τοῦτ’ ἐνίων κοινῇ θυνόντων Διονύσῳ καὶ Ἀφροδίτῃ. ὁ δὲ νάρθηξ διὰ τῆς σχολιότητος τῶν κώλων ἐμφαίνει τὸ τῆδε κάκεισε περιφερόμενον τῶν μεθύνοντων [ἄμα δὲ καὶ ἐλαφροὺς καὶ εὐβαστάκτους αὐτοὺς εἶναι]· τινὲς δὲ φασιν ὅτι καὶ τὸ ἀναρθρον [μὲν] τῆς λαλιᾶς αὐτῶν [ὡσανεὶ ἄρθρα ἔχον] παρίστησιν. ὀρείφοιτοί δ’ εἰσὶ καὶ φιλέρημοι αἱ Βάκχαι διὰ τὸ μὴ ἐν ταῖς πόλεσιν, ἀλλ’ ἐπὶ τῶν χωρίων γεννᾶσθαι τὸν οἶνον. διθύραμβος δ’ ὁ Διόνυσος ἐκλήθη πότερον ὡς τὸ δίθυρον τοῦ στόματος ἀναφαίνων καὶ ἐκφερομενθεῖν τὰ ἀπόρρητα ποιῶν ἢ ὡς δι’ αὐτὸν καὶ ἐπὶ τὰς θύρας ἀναβαινόντων τῶν νέων ἢ ἐμβαίνόντων εἰς αὐτάς, ὅ ἐστιν ἐμπιπτόντων καὶ διασαλευόντων τὰ κλεῖθρα. καθαιρετικὸς δὲ παντὸς οὔτινοσούν ὑπάρχων ἔδοξε καὶ πολεμιστὴς εἶναι καὶ πρῶτος καταδεδειχέναι τὸν ἐν ταῖς πολεμικαῖς νίκας ἀγόμενον θρίαμβον. ὁ δὲ θρίαμβος ἀπὸ τοῦ θροεῖν καὶ ἰαμβίζειν τὴν κλῆσιν ἔλαχεν, ὅθεν καὶ ἐν τοῖς κατὰ τῶν πολεμίων θριάμβοις οἱ πολλοὶ ἀναπαίστοις σκώπτοντες χρώνται. καὶ τὴν κίτταν δὲ ὡς λάλον