Ancient Greek
86.1
Lucius Annaeus Cornutus, cornutus_lang 86.1
Unproofread scanNot analysed yet
ὄρνεον καθιεροῦσιν αὐτῷ καὶ βασσαρέα καλοῦσιν ἀπὸ τοῦ βάξειν καὶ εἰραφιώτην ἀπὸ τοῦ ἐριν ἀφιέναι. τῷ κίττῳ δὲ στέφεται διὰ τὴν πρὸς τὴν ἄμπελον ἐμφέρειαν αὐτοῦ καὶ τὴν πρὸς τοὺς βότρους ὁμοιότητα τῶν 5 κορύμβων [· πέφυκε δὲ καὶ σφάλλειν τὰ δένδρα, ἀνεγπῶν δι’ αὐτῶν καὶ περιπλεκόμενος βιαιότερον τοῖς πρέμνοις]. τὰ δὲ θυμελικά ἄχρώματα τὸν Διονύσον θεραπεύει διὰ τὴν πρὸς τὰς θαλίας οἰκειότητα αὐτῶν, οἷον ῥόδης· καὶ κιθάρας· τὰ γὰρ τ’ ἀναθήματα δαι- 10 τός’. μυθολογεῖται δ’ ὅτι διασπασθεὶς ὑπὸ τῶν Τιτάνων συντετέθη πάλιν ὑπὸ τῆς Ῥέας, αἰνιττομένων τῶν παραδόντων τὸν μῦθον ὅτι οἱ γεωργοί, θρέμματα γῆς ὄντες, συνέχεαν τοὺς βότρυς καὶ τοῦ ἐν αὐτοῖς Διονύσου τὰ μέρη ἐχώρισαν ἀπ’ ἀλλήλων, ἃ δὴ πάλιν ἢ εἰς ταὐτὸ 15 σύρρυσις τοῦ γλεῦκους συνήγαγε καὶ ἐν σώμα ἐξ αὐτῶν ἀπετέλεσε. καὶ ὁ παρὰ τῷ ποιητῇ δὲ μῦθος, ὡς φεύγων ποτὲ τὴν Λυκοῦργον ἐπιβουλήν ὁ θεὸς ἐδυ κατὰ θαλάττης, εἴθ’ ἢ Θέτις αὐτὸν διέσωσεν, ἐμφανῆ τὴν διάνοιαν ἔχει. τιθῆναι μὲν γὰρ εἰσὶ τοῦ Διονύσου 20 αἱ ἄμπелоι· ταύτας δ’ ὁ Λυκοῦργος τρυγητὴς ὢν ἐσχύλευσε καὶ ἀπεκόσμησεν, εἴθ’ ὁ οἶνος θαλάττῃ μιγεὶς ἀσφαλῶς ἀπετέθη. καὶ περὶ μὲν Διονύσου τοσαῦτα.