Ancient Greek
87.1
Lucius Annaeus Cornutus, cornutus_lang 87.1
Unproofread scanNot analysed yet
καθ’ ὃν ἡ φύσις ἰσχυρὰ καὶ κραταιά ἐστιν [καὶ ἀπεριγένητος οὖσα], μεταδοτικὸς ἰσχύος καὶ τοῖς κατὰ μέρος καὶ ἄλλης ὑπάρχων. ὡμόμασται δὲ τάχα ἀπὸ τοῦ διατεῖνειν εἰς τοὺς ἥρωας, ὡς αὐτοῦ ὄντος τοῦ κλεῖζεσθαι τοὺς γενναίους ποιούντος· ἥρωας γὰρ ἐκάλουν οἱ παλαιοὶ τοὺς ἀνδροὺς τοῖς σώμασι καὶ ταῖς ψυχαῖς καὶ κατὰ τοῦτο τοῦ θείου γένους μετέχειν δοκοῦντας. οὐ δεῖ δὲ ὑπὸ τῆς νεωτέρας ἱστορίας ἐπιτραπτεσθαι· διὰ γὰρ ἀρετὴν ἠξιώθη τῆς αὐτῆς τῷ θεῷ προσηγορίας ὁ Ἀλκμῆνης καὶ Ἀμφιτρύωνος υἱός, ὥστε δυσδιάκριτα γεγενέσθαι τὰ τοῦ θεοῦ ἴδια ἀπὸ τῶν περὶ τοῦ ἥρωος ἱστορουμένων. τάχα δ’ ἂν ἡ λεοντὴ καὶ τὸ ῥόπαλον ἐκ τῆς παλαιᾶς θεολογίας ἐπὶ τοῦτον μετενηργμένα εἴη. [στρατηγὸν γὰρ αὐτὸν ἀγαθὸν γενόμενον καὶ πολλὰ μέρη τῆς γῆς μετὰ δυνάμεως ἐπελθόντα οὐχ οἷόν τε γυμνὸν ἔδοξε περιελιλυθέναι, ξυλῷ μόνον ὁπλισμένον, ἀλλὰ τοῖς ἐπισημοῖς τοῦ θεοῦ μετὰ τὸν ἀπαθανατισμὸν ὑπὲρ τῶν εὐεργετουμένων κεκοσμηθῆναι.] σύμβολον δ’ ἂν ἑκάτερον εἴη ῥώμης καὶ γενναιότητος· ὁ μὲν γὰρ λέων τὸ ἀλκιμώτατον τῶν θηρίων ἐστί, τὸ δὲ ῥόπαλον τὸ κατερρώτατον τῶν ὅπλων. καὶ τοξότης δ’ ἂν ὁ θεὸς παρεισάγοιτο κατὰ τε τὸ πανταχοῦ δι-