Ancient Greek
88.1
Lucius Annaeus Cornutus, cornutus_lang 88.1
Unproofread scanNot analysed yet
μυνεῖσθαι καὶ κατὰ τὸ ἔντονόν τι ἔχειν καὶ τὴν τῶν 5 βελῶν φορὰν [στρατηλάτην δ’ οὐκ ἄλογον τοιούτοις ὁπλοῖς πεποιθότα εἰς τὰς παρατάξεις ἀπαντᾶν]. οἰκείως δὲ παρέδοσαν αὐτὸν Κῶοι τῇ Ἥρῃ συνοικοῦντα ὡς ὁλοσχερέστερον [αὐτόν] τὴν διάνοιαν ὄντα, ὡς εἴρηται νέων τι δρῶν μὲν ἐντουνώτεραι χέρες, ψυχαὶ δ’ ἀμείνους τῶν γεραϊτέρων πολύ. ὑπονοῶ δὲ καὶ τὴν παρ’ Ὀμφάλῃ λατρείαν ἐκείνῳ πι- 10 θανωτέραν εἶναι προσῆκεν, ἐμφαινόντων πάλιν διὰ τούτων τῶν παλαιῶν ὅτι καὶ τοὺς ἰσχυροτάτους ὑποτάττειν δεῖ ἑαυτοὺς τῷ λόγῳ καὶ τὰ ὑπὸ τούτου προσταττόμενα ποιεῖν, εἰ καὶ θηλυτέρόν τι κατὰ τὴν θεωρίαν καὶ τὴν λογικὴν σκέψιν προσπίπτει τῇ ὀμφῇ, ἣν οὐκ ἀτόπως ἂν δόξαιμεν Ὀμφάλην προσηγορευμένην. 15 τοὺς δὲ δώδεκα ἄθλους ἐνδέχεται μὲν ἀναγαγεῖν οὐκ ἀλλοτρίως ἐπὶ τὸν θεόν, ὡς καὶ Κλεάνθης ἐποίησεν· οὐ δεῖν δὲ δοκεῖ πανταχοῦ εὐρεσίλογον πρεσβεύειν.