Ancient Greek
90.8
Lucius Annaeus Cornutus, cornutus_lang 90.8
Unproofread scanNot analysed yet
οὐσίας ἢ καὶ τὸ σκότος ὡς ἂν ἀπλῶν εἰρημένος εἴη. οἰκείως δὲ καὶ ἀδελφοὺς αὐτοὺς παρεῖσήγαγον ἐμφε- ρεῦντες, ἐπειδὴ χρυσωπός ἐστι καὶ ἔξω πένθους καθ-5εστὼς διὰ τὴν ἀγνότητα]. Ἥλιον δὲ αὐτὸν ὤνόμασαν καὶ Φαναῖον ἀπὸ τοῦ δηλοῦσθαι δι’ αὐτοῦ τὰ ὄντα καὶ φωτίζεσθαι τὸν κόσμον, ὡς καὶ Ἀναφαίου Ἀπόλλω-νος ἱερὸν ἰδρύσαντο, τοῦ ἀναφαίνοντος πάντα· τοῦτο δ’ ἠκολούθησε καὶ τὸ τὴν Ἥλιον καὶ Ἀνάφην ἱερὰς αὐ-τοῦ νομισθῆναι. δια δὲ τὸν εἰρημένον σαφηνισμόν τῶν πραγμάτων καὶ τὴν μαντικὴν αὐτῷ προσῆψαν καὶ εὑρε-θέντος τοῦ ἐν Δελφοῖς μαντείου τὸν Ἀπόλλωνα προσ-10ωνόμασαν Πύθιον ἀπὸ τοῦ δένδρου ἐρχομένους τοὺς ἀν-θρώπους πυνθάνεσθαι τὰ καθ’ ἑαυτούς· ἐλέχθη δὲ καὶ ὁ τόπος ὀμφαλὸς τῆς γῆς οὐχ ὡς μεσαίτατος ὢν αὐτῆς, ἀλλ’ ἀπὸ τῆς ἀναδιδομένης ἐν αὐτῷ ὀμφῆς, ἥτις ἐστὶ θεία φωνή. λοξὼν δὲ καὶ περισκελῶν ὄντων τῶν χρη-σμῶν, οὓς δίδωσι, λοξίας ὠνόμασται [· ἥ ἀπὸ τῆς λοξότη-15τος τῆς πορείας, ἣν ποιεῖται διὰ τοῦ ξοδιακοῦ κύκλου]. μουσικὸς δὲ καὶ κιθαριστὴς παρεῖσηκται τῷ χρόνῳ ἐναρμονίως πᾶν μέρος τοῦ κόσμου καὶ συνωδὸν αὐτὸ πᾶσι τοῖς ἄλλοις μέρεσι ποιεῖν, μηδεμιᾶς [αὐτῶν] ἐκ-μελείας ἐν τοῖς οὕσι θεωρουμένης, ἀλλὰ καὶ τὴν τῶν 20χρόνων πρὸς ἀλλήλους συμμετρίαν ἐπ’ ἄκρον ὡς ἐν ὀδυμοῖς τηροῦντος αὐτοῦ καὶ τὰς τῶν ζωῶν φωνὰς