Ancient Greek
92.2
Lucius Annaeus Cornutus, cornutus_lang 92.2
Unproofread scanNot analysed yet
ἐκ γὰρ τοι Μουσέων καὶ ἐκβόλου Ἀπόλλωνος ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ βασιλῆς —φησὶν ὁ Ἡσίοδος. διὰ τοῦτο γὰρ καὶ ἱερὸς αὐτοῦ ὁ κύκνος τῷ μουσικώτατον καὶ λευκώτατον ἅμα εἶναι τῶν ὄρνέων, ὁ δὲ κόραξ ἀλλότριος διὰ τε τὸ μιαρὸς εἶναι καὶ διὰ τὴν χροιάν. ἡ δὲ δάφνη καίπερ δαφοινή τις οὖσα στέμμα αὐτοῦ ἐστιν, ἐπειδὴ εὐερνὲς τε καὶ ἀειθαλὲς φυτὸν ἐστι· τυγχάνει δὲ καὶ ἐνέκναυστος οὖσα καὶ πρὸς τὰς καθάρσεις οἰκεῖόν τι ἔχουσα, ὥστε μὴ ἀλλοτρίως ἀνακεῖσθαι τῷ καθαρωτάτῳ καὶ καιντικωτάτῳ θεῷ. τάχα δὲ καὶ τὸ ὄνομα αὐτῆς, προστρέχον πῶς τῷ διαφαίνειν, ἐπιτηδείαν αὐτὴν ἐποίησε πρὸς τὰς μαντείας