Ancient Greek
93.1
Lucius Annaeus Cornutus, cornutus_lang 93.1
Unproofread scanNot analysed yet
εἶναι δοκεῖν. ὁ δὲ τρίπους διὰ τελειότητα τοῦ τῶν τριῶν ἀριθμοῦ δέδοται αὐτῷ· δύναται δὲ καὶ ἀπὸ τῶν τριῶν παραλλήλων κύκλων, ὧν ἕνα μὲν τέμνει κινού-5 μενος τὴν ἐνιαύσιον κίνησιν ὁ ἥλιος, δυοῖν δ' ἐφάπτεται. ἐπεὶ δ' ἐν τοῖς λοιμοῖς ὡς ἐπίπαν δοκεῖ τὰ θρέμματα πημαίνεσθαι πρῶτον καὶ συνεχέστερον ἢ καθ' αὐτὰ φθεῖρεσθαι [λοιμικῶς], κατὰ τοῦτο καὶ τὴν τῶν ποιμνίων ἐπιμέλειαν ἀνέθηκαν αὐτῷ, νόμιον καὶ λύμιον καὶ λυκοκτόνον προσαγορεύοντες. ἄγνιεύς δ' ἐκλήθη δεόντως ἰδρυθεὶς ἐν ταῖς ἄγνιαις· καταυγάζει 10 γὰρ ταύτας καὶ πληροῖ φωτὸς ἀνατέλλων, ὡς ἐκ τῶν ἐναντίων εἴρηται τὸ δύσετο τ' ἥλιος σκιώοντό τε πᾶσαι ἄγνιαί. καὶ λεσχηγόριον δ' αὐτὸν προσηγόρευσαν διὰ τὸ τὰς ἡμέρας ταῖς λέσχασι καὶ τῷ ὁμιλεῖν ἀλλήλοις συνέχε-15 σθαι τοὺς ἀνθρώπους, τὰς δὲ νύκτας καθ' ἑαυτοὺς ἀναπαύεσθαι. παιῶνα δ' αὐτὸν ἐκάλεσαν εἴτουν κατ' ἀντίφρασιν καὶ ἐξιλαστικῶς, ἵνα μὴ νόσους αὐτοῖς ἐπιπέμψῃ μηδὲ φθείρῃ τὸν ἀναπνεόμενον ὑπ' αὐτῶν ἀέρα, εἴτε καὶ ὡς τῷ ὄντι τοῦ αὐτοῦ ὑγείας τῷ σώ-20