Ancient Greek
94.1
Lucius Annaeus Cornutus, cornutus_lang 94.1
Unproofread scanNot analysed yet
ματι αἰτίου γινομένου διὰ τῆς τοῦ περιέχοντος εὐχρα-σίας. c. 33. Κατ᾽ ἀκόλουθον πάλιν τὸν Ἀσκληπιὸννιὸν αὐτοῦ ἔφασαν γενέσθαι, τὸν δοκοῦντα τοῖς ἀν-θρώποις ὑποδεικνύναι τὴν ἰατρικὴν ἔχορην γὰρ καὶτοῦτω τῷ τόπῳ θεῖόν τι ἐπιστήσαι. ὠνομάσθη δὲ ὁἈσκληπιὸς ἀπὸ τοῦ ἥπιως ἰᾶσθαι καὶ ἀναβάλλεσθαιτὴν κατὰ τὸν θάνατον γινομένην ἀπόσχησιν. διὰτοῦτο γὰρ δράκοντα αὐτῷ παριστᾶσιν, ἐμφαίνοντεςὅτι ὁμοίον τι τοῦτῳ πάσχουσιν οἱ χρώμενοι τῇ ἰατρικῇκατὰ τὸ οἰονεὶ ἀνανεάζειν ἐκ τῶν νόσων καὶ ἐκδύεσθαιτὸ γῆρας, ἅμα δ᾽ ἐπεὶ προσοχῆς ὁ δράκων σημείον,ἧς πολλῆς δεῖ πρὸς τὰς θεραπείας. καὶ τὸ βάκτρον δὲτοιούτου τινὸς ἔοικεν εἶναι σύμβολον· παρίσταται γὰρδι᾽ αὐτοῦ ὅτι, εἰ μὴ ταύταις ταῖς ἐπινοίαις ἐπεστηρι-ζόμεθα ὅσον ἐπὶ τὸ συνεχῶς εἰς ἄρρωστιαν ἐμπίπτειν,κἂν θάττον τοῦ δέοντος σφαλλόμενοι κατεπίπτομεν. λέγεται δὲ ὁ Χείρων τετροφέναι τὸν Ἀσκληπιὸν κἂντοῖς τῆς ἰατρικῆς θεωρήμασιν ἠσκημέναι, τὴν διὰ τῶν