Ancient Greek
95.1
Lucius Annaeus Cornutus, cornutus_lang 95.1
Unproofread scanNot analysed yet
χειρῶν ἐνέργειαν τῆς τέχνης ἐμφαίνειν αὐτῶν βουλομένων. παραδέδεται δὲ καὶ γυνὴ τοῦ Ἀσκληπιοῦ, Ἡπιόνη, τοῦ ὀνόματος οὐκ ἀργῶς εἰς τὸν μῦθον παρειλημμένου, δηλοῦντος δὲ τὸ πραΰντικόν τῶν ὀχλήσεων διὰ τῆς ἱπίου φαρμακείας. c. 34. Ἡ δ' Ἄρτεμις φωσφόρος μὲν ἐπωνομάσθη διὰ τὸ καὶ αὐτὴ σέλας βάλλειν καὶ φωτίζειν ποσῶς τὸ περιέχον, ὅπόταν μάλιστα πανσέληνος ᾖ, δίκτυννα δ' ἀπὸ τοῦ βάλλειν τὰς ἀκτῖνας —δίκειν γὰρ τὸ βάλλειν —ἢ ἀπὸ τοῦ δικνεῖσθαι τὴν δύναμιν αὐτῆς εἰς πάντα τὰ ἐπὶ γῆς ὡς δικτύνης αὐτῆς οὖσης. κυνηρέτιν δ' αὐτὴν καὶ θηροκτόνον καὶ ἐλαφηβόλον καὶ ὀρεσίφοιτον παρεῖσῆγαγον ἤτοι τρέπειν εἰς τὰ ἄγρια βουλόμενοι τὴν ἐξ αὐτῆς βλάβην ἢ ἐπειδή μάλιστα νυκτὸς καταφαίνεται, πολλὴ δ' ἐν τῇ νυκτὶ ἡσυχία πανταχοῦ καθάπερ ἐν ταῖς ὕλαις καὶ ταῖς ἐρήμοις ἐστίν, ὥστε ἐν τοιούτοις τισὶ χωρίοις αὐτὴν πλάζεσθαι δοκεῖν, ἐξωθεν ἤδη τούτῳ προσπεπλασμένου τοῦ κυνηγετεῖν αὐτὴν τοξότιν οὖσαν. συνωδὸν δὲ τούτῳ καὶ τὸ τοὺς κύνας ἱεροὺς αὐτῆς νομισθῆναι πρὸς τε τὰς θήρας ἔχοντας γειαν τῆς τ. ε. αὐτῶν βουλομένων α' V₂ η. τὴν [δ. τ. χ. —βουλ.] lb N₂ [η. —β.] c [ἥσκ.] τὴν διὰ τ. χ. ε. τ. τ. ἐμφ. αὐτῶν [(α.] Schm.) β. Os. Schm. —2. [παραδ. δὲ καὶ γυνή] lb c —3. ἡπιόνη α' V₂ ἡπιόνη LN ἡπιόνην (ἡπίοναν W) N₂ b'c —5. ἱπίου (-εῖον P) a Nc