Ancient Greek
96.1
Lucius Annaeus Cornutus, cornutus_lang 96.1
Unproofread scanNot analysed yet
ἐπιτηδείως καὶ ἀγρυπνεῖν ἐν ταῖς νυξὶ καὶ ὑλακτεῖν πεφυκότας. κυνηγία δ᾽ ἔοικε καὶ τὸ μὴ διαλεῖπειν αὐτὴν ὅτε μὲν διώκουσαν τὸν ἥλιον ὅτε δὲ φεύγουσαν, εἶτα ἐν τῷ ζῳδιακῷ μετερχομένην ζῳδία καὶ ταχέως συνιοῦσαν· οἰκεῖον γὰρ κυνηγία καὶ τὸ τάχος [· προσγειότατόν τε τῶν οὐρανίων οὖσαν αὐτὴν περὶ τὰς κορυφὰς τῶν ὄρεων ἔφασαν ἀναστρέφεσθαι]. οὐχ ἕτερα δ᾽ οὐσα αὐτῆς ἡ Ἑκάτη τριμόρφος εἰσῆκται διὰ τὸ τρία σχήματα γενικώτατα ἀποτελεῖν τὴν σελήνην, μηνοεῖδῃ γινομένην καὶ πανσέληνον καὶ τρίτον τι ἄλλο σχῆμα [πλάττουσιν] ἀναλαμβάνουσαν, καθ᾽ ὃ πεπλήρωται μὲν αὐτῆς ὁ μηνίσκος, οὐ πεπλήρωται δ᾽ ὁ κύκλος. ἐντεῦθεν ἤδη καὶ τριοδίτης ἐπεκλήθη καὶ τῶν τριόδων ἐπόπτης ἐνομίσθη διὰ τὸ τριχῶς μεταβάλλειν ὁδεύουσα διὰ τῶν ζῴων. τοῦ δ᾽ ἡλίου διὰ τῆς ἡμέρας μόνον φαινομένου, αὐτὴν καὶ νυκτὸς καὶ σκότους ὁρωμένην καὶ μεταβάλλουσαν νυχίαν τε καὶ νυκτιπόλον καὶ χθονίαν ἐκάλεσαν καὶ τοῖς καταχθονίοις θεοῖς ἥρξαντο συντιμᾶν, δεῖπνα ἐμφέροντες αὐτῇ. προσανεπλάσθη δὲ τούτῳ καὶ τὸ μιάνειν τὴν γῆν ταύτην [καὶ μιάνειν]