Ancient Greek
97.1
Lucius Annaeus Cornutus, cornutus_lang 97.1
Unproofread scanNot analysed yet
ὡσπερ τοὺς κατοιχομένους καὶ τὸ ταῖς φαρμακίσι συν-5εργεῖν καὶ ἐπάγεσθαι ταῖς οἰκίαις, εἶτα τελευταῖον τὸ πένθεσι καὶ φόνῳ χαίρειν, ἐξ οὗ τινες προῆχθησαν ἐπὶ τὸ καὶ θυσίαις αὐτὴν ἀτόποις καὶ σφαγιασμοῖς ἀνθρώ-πων ἱλάσκεσθαι θέλειν. καθιέρωσαν δὲ καὶ τὴν τρίγλαν αὐτῇ διὰ τοὔνομα. ἐνοδία δὲ ἐστιν οὐ δι’ ἄλλο τι ἢ διὸ καὶ Ἀπόλλων ἀγνιεύς. δοκεῖ δὲ τοῖς πλείστοις ἡ αὐτὴ εἶναι καὶ Εἰλείθυια, ἀπαντῶστος εἰλουμένη καὶ θέουσα περὶ τὴν γῆν, ἣν εὔχονται ἐλθεῖν αὐταῖς ἡπίαν καὶ λυσί-10ζωον αἱ ὠδίνουσαι, λύουσαν τὸ ἐσφιγμένον τῶν κόλ-πων πρὸς τὸ ῥᾶον καὶ ἀπονώτερον ἐκπεσεῖν τὸ κυι-σκόμενον, λεγομένης αὐτῆς καὶ Ἑλευθοῦς. πλείους δ’ Εἰλείθυιαι παραδίδονται καθ’ ὃν λόγον πλείους Ἑρω-τες· πολὺτροποι γὰρ καὶ οἱ τοκετοὶ τῶν γυναικῶν ὡς αἱ τῶν ἐρώτων ἐπιθυμίαι. φανερῶς δ’ ἡ σελήνη15τελεσφορεῖσθαι τὰ συλλαμβανόμενα ποιεῖ καὶ ταύτης ἐστὶ τὸ τε αὔξειν αὐτὰ καὶ τὸ ἀπολῦειν τῶν φερούσῶν πεπανθέντα. οὐ θαυμαστὸν δ’ εἰ κατ’ ἄλλην μὲν ἐμ-φασιν παρθένον ὑπενόησαν τὴν Ἄρτεμιν ἄχραντον καὶ ἀγνὴν οὖσαν ὁμοίως τῷ ἡλίῳ, κατ’ ἄλλην δὲ ἐπίκου-20