Ancient Greek
98.3
Lucius Annaeus Cornutus, cornutus_lang 98.3
Unproofread scanNot analysed yet
Κλύμενος ὁ Ἀἰδὴς λέγεται τῷ αἰτίῳ εἶναι τοῦ κλύειν· ἄγρ γὰρ πεπληγμένος ἡ φωνή. εὐβουλον δὲ καὶ εὐβουλέα κατὰ ἀποδυσπίτησιν ὠνόμασαν αὐτὸν ὡς καλῶς περὶ τῶν ἀνθρώπων βουλευόμενον διὰ τοῦ παύειν αὐτοὺς ποτε τῶν πόνων καὶ τῶν φροντίδων. ἐπονομάζεται δὲ ἐπιθετικῶς καὶ πολυδέκτης καὶ πολυδέμων καὶ πολυάρχος πολλοὺς τε δεχόμενος καὶ τῶν λεγομένων πλειόνων ἢ πολλῶν ἄρχων. πυλάρτην δὲ αὐτὸν ὁ ποιητὴς προσηγόρευσεν ὡς ἀκριβῶς ἡρμοσμένας τὰς πύλας ἔχοντα καὶ μηδένα ἀνιέντα. ὁ δὲ Χάρων ἴσως μὲν κατ’ ἀντίφρασιν ἐκ τῆς χαρᾶς ὠνομάσθη· δύναται δὲ καὶ ἀπὸ τοῦ χωρεῖν [ἢ τοῦ χαυνδάνω] τὸ ἐτυμον ἔχειν [ἢ ἀπὸ τοῦ κεχηνέναι]. ὁ δὲ Ἀχέρων ἀπὸ τῶν γινομένων ἐπὶ τοῖς τετελευτηκόσιν ἄχων παρήχθη [καὶ ἡ Ἀχερουσία λίμνη]. φανερὸν δὲ πόθεν καὶ ὁ Κωκυτὸς καὶ ὁ Πυριφλεγέθων τὴν κλή-