Ancient Greek
99.1
Lucius Annaeus Cornutus, cornutus_lang 99.1
Unproofread scanNot analysed yet
σιν ἔσχον, πάλαι καίοντων τοὺς νεκροὺς καὶ κοιντὸν ἐγειρόντων τῶν Ἑλλήνων [,διὰ τοῦτο καὶ δαίμονας αὐτοὺς ἀπὸ τοῦ κεκαύσθαι καλούντων]. ἡ δ’ ἄορνος λίμνη φυσικώτερον ἴσως ἀπὸ τοῦ ἀέρος προσηγορεύθη· καίτοι καὶ τὸν σκότον ἔσθ’ ὅτε καὶ τὴν ὀμίχλην ἀέρα οἱ παλαιοὶ ἐκάλουν, εἰ μὴ νὴ Δία οὕτως ἀπεχρήσαντο τῇ τοῦ ἀέρος γλαυκότητι ὡς καὶ τῶν λεγομένων φασιγανίων οἷς στέφουσι τὸν Πλούτωνα. στέφουσι δὲ αὐτὸν καὶ ἀδιάντῳ πρὸς ὑπόμνησιν τοῦ αἰνίεσθαι τοὺς τελευτῶντας καὶ μηκέτι τὸ διερὸν ἴσχειν, στέρεσθαι δὲ τῆς παραίτιας τοῦ διαπνεῖσθαι καὶ θάλλειν ἰχμάδος. [ἐντεῦθεν ὑπονοητέον καὶ τοὺς ἀλίβαντας μεμυθεύσθαι· ἐν Ἀἰδοῦ εἰσὶ διὰ τὴν τῆς λιβάδος ἀμεθεξίαν τῶν νεκρῶν]. οἰκείως δὲ τοῖς κατοικούμενοις καὶ ὁ νάρκισσος ἔχειν ἔδοξε καὶ τῶν Ἐριννύων ἔρασαν αὐτὸν στεφάνωμα εἶναι, προσεδρεύσαντες τῇ παραθέσει τῆς νάρκης καὶ τῷ οἴῳ διαναρχῶν τοὺς ἀποθνῄσκοντας.