Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0341.tlg002.perseus-grc2, lines 2.1-2.56
Lycophron, Ἀλεξάνδρα 2.1-56
Not analysed yet
λέξω τὰ πάντα νητρεκῶς, ἅ μʼ ἱστορεῖς,
ἀρχῆς ἀπʼ ἄκρας· ἢν δὲ μηκυνθῇ λόγος,
σύγγνωθι δέσποτʼ· οὐ γὰρ ἥσυχος κόρη
ἔλυσε χρησμῶν, ὡς πρίν, αἰόλον στόμα,
ἀλλʼ ἄσπετον χέασα παμμιγῆ βοὴν
δαφνηφάγων φοίβαζεν ἐκ λαιμῶν ὄπα,
Σφιγγὸς κελαινῆς γῆρυν ἐκμιμουμένη.
τῶν ἅσσα θυμῷ καὶ διὰ μνήμης ἔχω,
κλύοις ἄν, ὦναξ, κἀναπεμπάζων φρενὶ
πυκνῇ διοίχνει δυσφάτους αἰνιγμάτων
οἴμας τυλίσσων, ᾗπερ εὐμαθὴς τρίβος
ὀρθῇ κελεύθῳ τἀν σκότῳ ποδηγετεῖ.
ἐγὼ δʼ ἄκραν βαλβῖδα μηρίνθου σχάσας,
ἄνειμι λοξῶν εἰς διεξόδους ἐπῶν,
πρώτην ἀράξας νύσσαν ὡς πτηνὸς δρομεύς.
Ἠὼς μὲν αἰπὺν ἄρτι Φηγίου πάγον
κραιπνοῖς ὑπερποτᾶτο Πηγάσου πτεροῖς,
Τιθωνὸν ἐν κοίταισι τῆς Κέρνης πέλας
λιποῦσα, τὸν σὸν ἀμφιμήτριον κάσιν.
οἱ δʼ οὖσα γρώνης εὐγάληνα χερμάδος
ναῦται λίαζον κἀπὸ γῆς ἐσχάζοσαν
ὕσπληγγας. αἱ δὲ παρθενοκτόνον Θέτιν
ἰουλόπεζοι θεῖνον εὐῶπες σπάθαις
πελαργοχρῶτες, αἱ Φαλακραῖαι κόραι,
ὑπὲρ Καλυδνῶν λευκὰ φαίνουσαι πτίλα,
ἄφλαστα, καὶ φώσσωνας ὠργυιωμένους
ἀπαρκτίαις πρηστῆρος αἴθωνος πνοαῖς.
ἡ δʼ ἔνθεον σχάσασα βακχεῖον στόμα,
ἄτης ἀπʼ ἄκρων βουπλανοκτίστων λόφων,
τοιῶνδʼ ἀπʼ ἀρχῆς ἦρχʼ Ἀλεξάνδρα λόγων·
αἰαῖ, τάλαινα θηλαμών, κεκαυμένη
καὶ πρόσθε μὲν πεύκαισιν οὐλαμηφόροις
τριεσπέρου λέοντος, ὅν ποτε γνάθοις
Τρίτωνος ἠμάλαψε κάρχαρος κύων·
ἔμπνους δὲ δαιτρὸς ἡπάτων φλοιδούμενος
τινθῷ λέβητος ἀφλόγοις ἐπʼ ἐσχάραις
σμήριγγας ἐστάλαξε κωδείας πέδῳ,
ὁ τεκνοραίστης, λυμεὼν ἐμῆς πάτρας,
ὁ δευτέραν τεκοῦσαν ἄτρωτον βαρεῖ
τύψας ἀτράκτῳ στέρνον, ἔν τʼ αὐλῷ μέσῳ
πατρὸς παλαιστοῦ χερσὶν ὀχμάσας δέμας
Κρόνου παρʼ αἰπὺν ὄχθον, ἔνθα γηγενοῦς
ἵππων ταρακτής ἐστιν Ἰσχένου τάφος,
ὁ τὴν θαλάσσης Αὐσονίτιδος μυχοὺς
στενοὺς ὀπιπεύουσαν ἀγρίαν κύνα
κτανὼν ὑπὲρ σπήλυγγος ἰχθυωμένην,
ταυροσφάγον λέαιναν, ἣν αὖθις πατὴρ
σάρκας καταίθων λοφνίσιν δωμήσατο,
Λέπτυνιν οὐ τρέμουσαν, οὐδαίαν θεόν·
ἐξηνάριξεν ὅν ποτʼ ἀξίφῳ δόλῳ
νέκυς, τὸν Ἅιδην δεξιούμενον πάλαι·
λεύσσω σε, τλῆμον, δεύτερον πυρουμένην
ταῖς τʼ Αἰακείοις χερσὶ τοῖς τε Ταντάλου
Λέτριναν οἰκουροῦσι λειψάνοις πυρὸς
παιδὸς καταβρωθέντος αἰθάλῳ δέμας,
τοῖς Τευταρείοις βουκόλου πτερώμασι·