Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0341.tlg002.perseus-grc2, lines 2.57-2.114
Lycophron, Ἀλεξάνδρα 2.57-114
Not analysed yet
τὰ πάντα πρὸς φῶς ἡ βαρύζηλος δάμαρ,
στείλασα κοῦρον τὸν κατήγορον χθονός,
ἄξει, πατρὸς μομφαῖσιν ἠγριωμένη,
λέκτρων θʼ ἕκατι τῶν τʼ ἐπεισάκτων γάμων.
αὐτὴ δὲ φαρμακουργός, οὐκ ἰάσιμον
ἕλκος δρακοῦσα τοῦ ξυνευνέτου λυγρὸν
Γιγαντοραίστοις ἄρδισιν τετρωμένου
πρὸς ἀνθοπλίτου, ξυνὸν ὀγχήσει μόρον,
πύργων ἀπʼ ἄκρων πρὸς νεόδμητον νέκυν
ῥοιζηδὸν ἐκβράσασα κύμβαχον δέμας·
πόθῳ δὲ τοῦ θανόντος ἠγκιστρωμένη,
ψυχὴν περὶ σπαίροντι φυσήσει νεκρῷ.
στένω, στένω σε δισσὰ καὶ τριπλᾶ, δορὸς
αὖθις πρὸς ἀλκὴν καὶ διαρπαγὰς δόμων
καὶ πῦρ ἐναυγάζουσαν αἰστωτήριον.
στένω σε, πάτρα, καὶ τάφους Ἀτλαντίδος
δύπτου κέλωρος, ὅς ποτʼ ἐν ῥαπτῷ κύτει,
ὁποῖα πορκὸς Ἰστριεὺς τετρασκελής,
ἀσκῷ μονήρης ἀμφελυτρώσας δέμας,
Ῥειθυμνιάτης κέπφος ὣς ἐνήξατο,
Ζήρυνθον ἄντρον τῆς κυνοσφαγοῦς θεᾶς
λιπὼν ἐρυμνὸν κτίσμα Κυρβάντων Σάον,
ὅτʼ ἠμάθυνε πᾶσαν ὀμβρήσας χθόνα
Ζηνὸς καχλάζων νασμός· οἱ δὲ πρὸς πέδῳ
πύργοι κατηρείποντο, τοὶ δὲ λοισθίαν
νήχοντο μοῖραν προὐμμάτων δεδορκότες.
φηγὸν δὲ καὶ δρύκαρπα καὶ γλυκὺν βότρυν
φάλλαι τε καὶ δελφῖνες αἵ τʼ ἐπʼ ἀρσένων
φέρβοντο φῶκαι λέκτρα θουρῶσαι βροτῶν.
λεύσσω θέοντα γρυνὸν ἐπτερωμένον
τρήρωνος εἰς ἅρπαγμα Πεφναίας κυνός,
ἣν τόργος ὑγρόφοιτος ἐκλοχεύεται,
κελυφάνου στρόβιλον ὠστρακωμένην.
καὶ δή σε ναύτην Ἁχερουσία τρίβος
καταιβάτις πύγαργον, οὐ πατρὸς κόπρους
στείβοντα ῥακτῶν βουστάθμων, ξενώσεται,
ὡς πρόσθε, κάλλους τὸν θυωρίτην τριπλαῖς.
ἀλλʼ ὀστρίμων μὲν ἀντὶ Γαμφηλὰς ὄνου
καὶ Λᾶν περάσεις, ἀντὶ δʼ εὐχίλου κάπης
καὶ μηλιαυθμῶν ἠδὲ χερσαίας πλάτης
τράμπις σʼ ὀχήσει καὶ Φερέκλειοι πόδες
δισσὰς σαλάμβας κἀπὶ Γυθείου πλάκας,
ἐν αἷσι πρὸς κύνουρα καμπύλους σχάσας
πεύκης ὀδόντας, ἕκτορας πλημμυρίδος,
σκαρθμῶν ἰαύσεις εἰναφώσσωνα στόλον.
καὶ τὴν ἄνυμφον πόρτιν ἁρπάσας λύκος,
δυοῖν πελειαῖν ὠρφανισμένην γονῆς
καὶ δευτέραν εἰς ἄρκυν ὀθνείων βρόχων
ληῖτιν ἐμπταίσασαν ἰξευτοῦ πτερῷ,
Θύσαισιν ἁρμοῖ μηλάτων ἀπάργματα
φλέγουσαν ἐν κρόκαισι καὶ Βύνῃ θεᾷ,
θρέξεις ὑπὲρ Σκάνδειαν Αἰγίλου τʼ ἄκραν,
αἴθων ἐπακτὴρ καγχαλῶν ἀγρεύματι.
νήσῳ δʼ ἐνὶ δράκοντος ἐκχέας πόθον
Ἀκτῆς, διμόρφου γηγενοῦς σκηπτουχίας,
τὴν δευτέραν ἕωλον οὐκ ὄψει Κύπριν,
ψυχρὸν παραγκάλισμα κἀξ ὀνειράτων
κεναῖς αφάσσων ὠλέναισι δέμνια.