Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg0341.tlg002.perseus-grc2, lines 2.1446-2.1474
Lycophron, Ἀλεξάνδρα 2.1446-1474
Not analysed yet
ᾧ δὴ μεθʼ ἕκτην γένναν αὐθαίμων ἐμὸς
εἷς τις παλαιστής, συμβαλὼν ἀλκὴν δορὸς
πόντου τε καὶ γῆς κεἰς διαλλαγὰς μολών,
πρέσβιστος ἐν φίλοισιν ὑμνηθήσεται,
σκύλων ἀπαρχὰς τὰς δορικτήτους λαβών.
τί μακρὰ τλήμων εἰς ἀνηκόους πέτρας,
εἰς κῦμα κωφόν, εἰς νάπας δασπλήτιδας
βαύζω, κενὸν ψἀλλουσα μάστακος κρότον;
πίστιν γὰρ ἡμῶν Λεψιεὺς ἐνόσφισε,
ψευδηγόροις φήμαισιν ἐγχρίσας ἔπη,
καὶ θεσφάτων πρόμαντιν ἀψευδῆ φρόνιν,
λέκτρων στερηθεὶς ὧν ἐκάλχαινεν τυχεῖν.
θήσει δʼ ἀληθῆ. σὺν κακῷ δέ τις μαθών,
ὅτʼ οὐδὲν ἔσται μῆχος ὠφελεῖν πάτραν,
τὴν φοιβόληπτον αἰνέσει χελιδόνα.
Τόσσʼ ἠγόρευε, καὶ παλίσσυτος ποσὶν
ἔβαινεν εἱρκτῆς ἐντός. ἐν δὲ καρδίᾳ
σειρῆνος ἐστέναξε λοίσθιον μέλος,
Κλάρου Μιμαλλών, ἢ Μελαγκραίρας κόπις
Νησοῦς θυγατρός, ἤ τι Φίκιον τέρας,
ἑλικτὰ κωτίλλουσα δυσφράστως ἔπη.
ἐγὼ δὲ λοξὸν ἦλθον ἀγγέλλων, ἄναξ,
σοὶ τόνδε μῦθον παρθένου φοιβαστρίας,
ἐπεί μʼ ἔταξας φύλακα λαΐνου στέγης
καὶ πάντα φράζειν κἀναπεμπάζειν λόγον
ἐτητύμως ἄψορρον ὤτρυνας τρόχιν.
δαίμων δέ φήμας εἰς τὸ λῷον ἐκδραμεῖν
τεύξειεν, ὅσπερ σῶν προκήδεται θρόνων,
σώζων παλαιὰν Βεβρύκων παγκληρίαν.