Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0341.tlg002.perseus-grc2, lines 2.1388-2.1445
Lycophron, Ἀλεξάνδρα 2.1388-1445
Not analysed yet
οἱ δʼ αὖ τέταρτοι τῆς Δυμαντείου σπορᾶς,
Λακμώνιοί τε καὶ Κυτιναῖοι Κόδροι,
οἳ Θίγρον οἰκήσουσι Σάτνιόν τʼ ὄρος,
καὶ χερσόνησον τοῦ πάλαι ληκτηρίαν
θεᾷ Κυρίτᾳ πάμπαν ἐστυγημένου,
τῆς παντομόρφου βασσάρας λαμπούριδος
τοκῆος, ἥτʼ ἀλφαῖσι ταῖς καθʼ ἡμέραν
βούπειναν ἀλθαίνεσκεν ἀκμαίαν πατρός,
ὀθνεῖα γατομοῦντος Αἴθωνος πτερά.
ὁ Φρὺξ δʼ, ἀδελφὸν αἷμα τιμωρούμενος,
πάλιν τιθηνὸν ἀντιπορθήσει χθόνα
τοῦ νεκροτάγου, τὰς ἀθωπεύτους δίκας
φθιτοῖσι ῥητρεύοντος ἀστεργεῖ τρόπῳ.
ὃς δή ποτʼ ἀμφώδοντος ἐξ ἄκρων λοβῶν
φθέρσας κύφελλα καλλυνεῖ παρωτίδας,
δαπταῖς τιτύσκων αἱμοπώταισιν φόβον.
τῷ πᾶσα Φλεγρὰς αἶα δουλωθήσεται
Θραμβουσία τε δειρὰς ἥ τʼ ἐπάκτιος
στόρθυγξ Τίτωνος αἵ τε Σιθόνων πλάκες
Παλληνία τʼ ἄρουρα, τὴν ὁ βούκερως
Βρύχων λιπαίνει, γηγενῶν ὑπηρέτης.
πολλῶν δʼ ἐναλλὰξ πημάτων ἀπάρξεται
Κανδαῖος ἢ Μάμερτος, ἢ τί χρὴ καλεῖν
τὸν αἱμοφύρτοις ἑστιώμενον μάχαις;
οὐ μὰν ὑπείξει γʼ ἡ ʼπιμηθέως τοκάς,
ἀλλʼ ἀντὶ πάντων Περσέως ἕνα σπορᾶς
στελεῖ γίγαντα, τῷ θάλασσα μὲν βατὴ
πεζῷ ποτʼ ἔσται, γῆ δὲ ναυσθλωθήσεται
ῥήσσοντι πηδοῖς χέρσον. οἱ δὲ Λαφρίας
οἶκοι Μαμέρσας, ᾐθαλωμένοι φλογὶ
σὺν καλίνοισι τειχέων προβλήμασι
τὸν χρησμολέσχην αἰτιάσονται βλάβης,
ψαίνυνθα θεσπίζοντα Πλούτωνος λάτριν.
στρατῷ δʼ ἀμίκτῳ πᾶσα μὲν βρωθήσεται,
φλοιῶτιν ἐκδύνουσα δίπλακα σκέπην,
καρποτρόφος δρῦς ἀγριάς τʼ ὀρειθαλής.
ἅπας δʼ ἀναύρων νασμὸς αὐανθήσεται,
χανδὸν κελαινὴν δίψαν αἰονωμένων.
κύφελλα δʼ ἰῶν τηλόθεν ῥοιζουμένων
ὑπὲρ κάρα σιήσουσι, Κίμμερός θʼ ὅπως,
σκιὰ καλύψει πέρραν, ἀμβλύνων σέλας.
Λοκρὸν δʼ ὁποῖα παῦρον ἀνθήσας ῥόδον,
καὶ πάντα φλέξας, ὥστε κάγκανον στάχυν,
αὖθις παλιμπλώτοιο γεύσεται φυγῆς,
μόσσυνα φηγότευκτον, ὡς λυκοψίαν
κόρη κνεφαίαν, ἄγχι παμφαλώμενος,
χαλκηλάτῳ κνώδοντι δειματουμένη.
πολλοὶ δʼ ἀγῶνες καὶ φόνοι μεταίχμιοι
λύσουσιν ἀνδρῶν οἱ μὲν ἐν γαίᾳ πάλας
δειναῖσιν ἀρχαῖς ἀμφιδηριωμένων,
οἱ δʼ ἐν μεταφρένοισι βουστρόφοις χθονός,
ἕως ἂν αἴθων εὐνάσῃ βαρὺν κλόνον,
ἀπʼ Αἰακοῦ τε κἀπὸ Δαρδάνου γεγὼς
Θεσπρωτὸς ἄμφω καὶ Χαλαστραῖος λέων,
πρηνῆ θʼ ὁμαίμων πάντα κυπώσας δόμον
ἀναγκάσῃ πτήξαντας Ἀργείων πρόμους
σῆναι Γαλάδρας τὸν στατηλάτην λύκον
καὶ σκῆπτρʼ ὀρέξαι τῆς πάλαι μοναρχίας.