Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0341.tlg002.perseus-grc2, lines 2.180-2.239
Lycophron, Ἀλεξάνδρα 2.180-239
Not analysed yet
χὠ μὲν παλιμπόρευτον ἵξεται τρίβον,
σφῆκας δαφοινοὺς χηραμῶν ἀνειρύσας,
ὁποῖα κοῦρος δῶμα κινήσας καπνῷ·
οἱ δʼ αὖ προγεννήτειραν οὐλαμωνύμου
βύκταισι χερνίψαντες ὠμησταὶ πόριν,
τοῦ Σκυρίου δράκοντος ἔντοκον λεχώ,
ἣν ὁ ξύνευνος Σαλμυδησίας ἁλὸς
ἐντὸς ματεύων, Ἑλλάδος καρατόμον,
δαρὸν φαληριῶσαν οἰκήσει σπίλον
Κελτοῦ πρὸς ἐκβολαῖσι λιμναίων ποτῶν,
ποθῶν δάμαρτα, τήν ποτʼ ἐν σφαγαῖς κεμὰς
λαιμὸν προθεῖσα φασγάνων ἒκ ῥύσεται.
βαθὺς δʼ ἔσω ῥηγμῖνος αὐδηθήσεται
ἔρημος ἐν κρόκαισι νυμφίου δρόμος,
στένοντος ἄτας καὶ κενὴν ναυκληρίαν
καὶ τὴν ἄφαντον εἶδος ἠλλοιωμένην
γραῖαν σφαγείων ἠδὲ χερνίβων πέλας
Ἅιδου τε παφλάζοντος ἐκ βυθῶν φλογὶ
κρατῆρος, ὃν μέλαινα ποιφύξει φθιτῶν
σάρκας λεβητίζουσα δαιταλουργίᾳ.
χὠ μὲν πατήσει χῶρον αἰάζων Σκύθην,
εἰς πέντε που πλειῶνας ἱμείρων λέχους.
οἱ δʼ ἀμφὶ βωμὸν τοῦ προμάντιος Κρόνου
σὺν μητρὶ τέκνων νηπίων κρεανόμου
ὅρκων τὸ δευτεροῦχον ἄρσαντες ζυγὸν
στερρὰν ἐνοπλίσουσιν ὠλέναις πλάτην,
σωτῆρα Βάκχον τῶν πάροιθε πημάτων
Σφάλτην ἀνευάζοντες, ᾧ ποτʼ ἐν μυχοῖς
Δελφινίου παρʼ ἄντρα Κερδῴου θεοῦ
Ταύρῳ κρυφαίας χέρνιβας κατάρξεται
ὁ χιλίαρχος τοῦ πολιρραίστου στρατοῦ.
ᾧ θυμάτων πρόσπαιον ἐκτίνων χάριν
δαίμων Ἐνόρχης Φιγαλεὺς Φαυστήριος
λέοντα θοίνης, ἴχνος ἐμπλέξας λύγοις,
σχήσει, τὸ μὴ πρόρριζον αἰστῶσαι στάχυν
κείροντʼ ὀδόντι καὶ λαφυστίαις γνάθοις.
λεύσσω πάλαι δὴ σπεῖραν ὁλκαίων κακῶν,
σύρουσαν ἅλμῃ κἀπιροιζοῦσαν πάτρᾳ
δεινὰς ἀπειλὰς καὶ πυριφλέκτους βλάβας.
Ὡς μή σε Κάδμος ὤφελʼ ἐν περιρρύτῳ
Ἴσσῃ φυτεῦσαι δυσμενῶν ποδηγέτην,
τέταρτον ἐξ Ἄτλαντος ἀθλίου σπόρον,
τῶν αὐθομαίμων συγκατασκάπτην Πρύλιν,
τόμουρε πρὸς τὰ λῷστα νημερτέστατε·
μήδʼ Αἰσακείων οὑμὸς ὤφελεν πατὴρ
χρησμῶν ἀπῶσαι νυκτίφοιτα δείματα,
μιᾷ δὲ κρύψαι τοὺς διπλοῦς ὑπὲρ πάτρας
μοίρᾳ, τεφρώσας γυῖα Λημναίῳ πυρί·
οὐκ ἂν τοσῶνδε κῦμʼ ἐπέκλυσεν κακῶν.
καὶ δὴ Παλαίμων δέρκεται βρεφοκτόνος
ζέουσαν αἰθυίαισι πλεκτανοστόλοις
γραῖαν ξύνευνον Ὠγένου Τιτηνίδα.
καὶ δὴ διπλᾶ σὺν πατρὶ ῥαίεται τέκνα,
στερρῷ τυπέντι κλεῖδας εὐάρχῳ μύλῳ,
τὰ πρόσθεν αὐλητῆρος ἐκπεφευγότα
ψυδραῖσι φήμαις λαρνακοφθόρους ῥιφάς,
ᾧ δὴ πιθήσας στυγνὸς ἄρταμος τέκνων,
αἰθυιόθρεπτος πορκέων λιναγρέτης,
κρηθμοῖσι καὶ ῥαιβοῖσι νηρίταις φίλος,
χηλῷ κατεδρύφαξε διπτύχους γονάς.